[ ] Mesopotamia — Nisibis (Nusaybin), later Rome — 114-117 AD — CIG 4.6856; IG XIV 1374; IGUR 3.1151 — IGR 3.192; GVI 722; Merk.-Staub., Jenseits Euphrat 505
1 ὁ κλεινὸς ἶνις βασιλέως Ἀμάζασπος,
ὁ Μιθριδάτου βασιλέως κασίγνητος,
ᾧ γαῖα πατρὶς Κασπίας παρὰ κλῄθρας
Ἴβηρ Ἴβηρος ἐνθαδὶ τετάρχυται
5 πόλιν παρ’ ἱρήν, ἣν ἔδειμε Νικάτωρ
ἐλαιόθηλον ἀμφὶ Μυγδόνος νᾶμα.
θάνεν δ’ ὀπαδὸς Αὐσόνων ἁγητῆρι
μολὼν ἄνακτι Παρθικὴν ἐφ’ ὑσμίνην,
πρίν περ παλάξαι χεῖρα δηίῳ λύθρωι,
10 ἴφθιμον αἰαῖ χεῖρα δουρὶ καὶ τόξωι
καὶ φασγάνου κνώδοντι, πεζὸς ἱππ[εύς τε]·
ὁ δ’ αὐτὸς ἶσος παρθένοισιν αἰδοίαις.
Search Help
Contact Us