[ ]
Mesopotamia — Nisibis (Nusaybin), later Rome — 114-117 AD — CIG 4.6856; IG XIV 1374; IGUR 3.1151 — IGR 3.192; GVI 722; Merk.-Staub., Jenseits Euphrat 505
| 1 | ὁ κλεινὸς ἶνις βασιλέως Ἀμάζασπος, |
| ὁ Μιθριδάτου βασιλέως κασίγνητος, | |
| ᾧ γαῖα πατρὶς Κασπίας παρὰ κλῄθρας | |
| Ἴβηρ Ἴβηρος ἐνθαδὶ τετάρχυται | |
| 5 | πόλιν παρ’ ἱρήν, ἣν ἔδειμε Νικάτωρ |
| ἐλαιόθηλον ἀμφὶ Μυγδόνος νᾶμα. | |
| θάνεν δ’ ὀπαδὸς Αὐσόνων ἁγητῆρι | |
| μολὼν ἄνακτι Παρθικὴν ἐφ’ ὑσμίνην, | |
| πρίν περ παλάξαι χεῖρα δηίῳ λύθρωι, | |
| 10 | ἴφθιμον αἰαῖ χεῖρα δουρὶ καὶ τόξωι |
| καὶ φασγάνου κνώδοντι, πεζὸς ἱππ[εύς τε]· | |
| ὁ δ’ αὐτὸς ἶσος παρθένοισιν αἰδοίαις. |