Manumission by consecration to Artemis Eileithyia. Stone reused in a church wall.
1 | Ἐνπέδωνος ἄρχοντος, μηνὸς Θηλουθίου πεντεκαιδεκάτῃ, Πολιαρχὶς Κράτωνος ἀντίθησιν |
τὴν ἰδίαν θεράπαιναν Καλλὼ ἱερὰν τῇ Ἀρτέμιδι Εἰλειθυίῃ, παραμίνασαν ὡς ἂν ζῇ· | |
τὴν ἄ<ν>θεσιν ποιουμένη διὰ τοῦ συνεδρίου κατὰ τὸν νόμον· παρῆν Πολιαρχίδι ὁ ἀνὴρ Καφισόδωρος | |
Ἑρμαίου. |