[ ]
Lakonike — Kotyrta
1 | ἐπειδὴ Πειίτας Κρατησινίκ[ου] |
Ἀσωπίτας εὔνους ὢν ὑπά[ρχει] | |
τ̣ᾶι πόλει τῶν Κοτυρτατᾶν [δι]- | |
[ὰ] προγόνων, νῦν τε τᾶς π[όλιος] | |
5 | [χρ]ε̣ίαν ἐχούσας διαφ[ό]ρ[ων, πα]- |
[ρ]αγενομένων ποτ̣’ αὐτ[ὸν εἰς] | |
[Ἀ]σωπὸν τῶν κατασ̣τ̣ά̣ν̣τ̣[ων] | |
μετὰ τῶν ἐφόρων ἐκ τ̣[ᾶς πόλιος] | |
καὶ οἰομένων δεῖν, δα̣νε̣[ῖσαι τᾶι] | |
10 | πόλει ἀργύριον ἐπαγγείλα[το] |
καὶ ἔδωκε ὅσου χρείαν ἦχ[εν ἁ πό]- | |
λις ἄτοκον, ἀπροφάσιστον | |
ἑαυτὸν ποιῶν, ἔδοξε τᾶι π[ό]- | |
λει τῶν Κοτυρτατᾶν· [Πειίταν] | |
15 | Κρατησινίκου Ἀσωπί[ταν πρό]- |
ξενον ἦμεν καὶ εὐεργέτ̣[αν] | |
τᾶς πόλιος αὐτὸν καὶ [ἐκγόνους]· | |
ὑπάρχειν δὲ αὐτῶι καὶ [τοῖς] | |
ἐκγόνοις καὶ χρημά[σιν ἀσφά]- | |
20 | λειαν καὶ ἀσυλίαν κ[αὶ πολέ]- |
[μ]ου καὶ εἰράνας καὶ ἰσοπο[λιτεί]- | |
αν καὶ ἐπινομίαν καὶ [ἀτέλει]- | |
αν πάντων· καλεῖν [δὲ αὐτὸν] | |
καὶ εἰς προεδρίαν ἐν τοῖς [γυ]- | |
25 | μνικοῖς ἀγῶσιν, οἷς ἁ [πόλις] |
τίθητι, ὅκκα καὶ τοὺς ἄλλους | |
προξένους καὶ εὐεργέτας | |
καλῆι· καὶ τὰ λοιπὰ τίμια ὅσ[α] | |
καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
30 | εὐεργέταις τᾶς πόλιος τῶν |
Κοτυρτατᾶν· ἀναγράψαι δὲ | |
τὰν προξενίαν ταύταν | |
τοὺς ἐφόρους τοὺς περὶ Εὐ- | |
κρατίδαν εἰς στάλαν λιθί- | |
35 | ναν καὶ ἀναθέμεν εἰς τὸ |
ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ | |
Ὑπερτελεάτα, ὅπως πᾶσιν | |
φανερὸν ἦι, διότι ἁ πόλις | |
τοὺς ἰδίους εὐεργέτας τ[ι]- | |
40 | μ̣εῖ ταῖς καταξίοις τιμαῖς. |