[ ] Lakonike — Kotyrta — 2nd c. BC?
1 ἐπειδὴ Ἀρχαγόρας Ἀρχαγόρα Κυθήρι-
ος εὔνους ὢν διατελεῖ τᾶι πόλει ἁμῶν
καὶ τοῖς πολίταις τοῖς χρείαν ἔχουσιν ἐν παν-
τὶ καιρῶι, σπουδᾶς καὶ φιλοτιμίας [οὐθὲν ἐλλεί]-
5 πων, περὶ ὧ̣ν ἄν τις χρείαν ἔχων τυνχάνει ἢ κατὰ
κοινὸν ἢ καθ’ ἱδίαν, ἔδοξε τῶι δάμωι τῶν Κοτυρ-
τατᾶν· Ἀρχαγόραν Ἀρχαγόρα Κυθήριον πρόξενον
εἶμεν καὶ εὐεργέταν τᾶς πόλεος τῶν Κοτυρ-
[τα]τᾶν αὐτὸν καὶ ἐκγόνους, ὑπάρχειν δὲ
10 [αὐτοῖς γᾶς καὶ οἰκίας ἔγκτησιν — — —].
Search Help
Contact Us