[ ] Att. — non-stoich. — 181-170
See also:
1 — — — — — — — — — — — — ιος? εἶ[πε]ν· [ἐπειδὴ Νικήρατος Ἀλε]-
[ξανδρεὺς εὔνους ἐστὶν τῶι δήμ]ωι τῶι Ἀθηναίων κ[αὶ ἰδίαι τοῖς] παραγι-
[νομένοις τῶ]ν [πο]λιτῶ[ν εὔχρηστ]ον ἑαυτὸν παρασκευάζει, τυγχάνει δὲ
[καὶ] τιμώμενος ὑπὸ Πτολ[εμαίο]υ τοῦ ἐπὶ Κύπρου στρατηγο, ἐπαγγέλλε-
5 [τ]αι δὲ καὶ εἰς τὸ λοιπὸν τὴν αὐτὴν αἵρεσιν διαφυλάξειν καὶ περ-
ὶ τούτων ἀπομεμαρτυρήκασιν οἱ παραγεγονότες εἰς Κύπρον τῶν
πολιτῶν· ὅπως ἂν [ο]ὖν εἰδῶσιν ἅπαντες, ὅτι ὁ δῆμος ὁ Ἀθηναίων εὐχά-
ριστος ὢν διατελεῖ τοῖς εἰς ἑαυτὸν φιλοτιμουμένοις, vvv ἀγαθεῖ
τύχει, δεδόχθαι τεῖ βουλεῖ, τοὺς λαχόντας προέδρους εἰς τὴ[ν]
10 ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξ[υμ]-
βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ,
ἐπαινέσαι Νικήρατον Νικηράτου Ἀλεξανδρέα καὶ στεφανῶσαι
αὐτὸν θαλλοῦ στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας τῆς
εἰς τὸν [δ]ῆμον τὸν Ἀθηναίων, εἶναι δ[ὲ] αὐτὸν καὶ πρόξενον κα εὐ-
15 εργέ[τη]ν τοῦ δήμου τοῦ Ἀθηναίων, καὶ εἰς τὸ λοιπὸν δὲ τὴν αὐτὴ[ν]
αἵρε[σ]ιν διατηροῦντι πρὸς τὸν δῆμον καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι
[ὅ]του ἂν εἶ ἄξιος· ὅπως δ’ ἂν καὶ ὑπόμνημα ὑπάρχει αὐτῶι περὶ τῆς πρὸς
τὸν [δ]ῆμον εὐνοίας. ἀναγράψαι 〚δὲ〛 τόδε τὸ ψήφισμα τὸγ γραμματ[έα]
τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνηι καὶ στῆσαι αὐτὴν ἐν τῶι
20 τ[εμ]ένει τοῦ Δήμου καὶ τῶν Χα[ρί]των, εἰς δὲ τὴν ἀναγραφὴν τῆς
στήλ[η]ς καὶ τὴν ἀνάθεσιν μ[ερ]ίσαι τὸν ταμ[ί]αν τὸ γενόμενον ἀνά-
λ[ω]μα.
22a                          vacat 0.125
23                          ἡ βουλὴ
                         ὁ δῆμος
25                          Νικήρατον
                         Νικηράτου
                        Ἀλεξανδρέα.
Search Help
Contact Us