| 1 | [— — — — — — — — — — — — καὶ] σ[υμπρόεδροι]· |
| [ἔδοξεν τῆι βουλῆι κ]αὶ τῶ[ι] δή[μωι]· | |
| ․․․․․․․․c.21․․․․․․․․․ Ῥαμνούσιος ε[ἶπεν· v ἐπειδὴ] | |
| [Τίμαρχος Τιμάρχου Σα]λαμίνιος εὔνους ἐστ[ὶν τῶι δήμωι] | |
| 5 | [τῶι Ἀθηναίων καὶ ἰ]δίαι τοῖς παραγινομένοις τῶ[ν πολι]- |
| [τῶν εἰς Σαλαμῖνα] τὴν ἐν Κύπρωι εὔχρηστον ἑαυτὸν π[αρα]- | |
| [σκευάζει καὶ πε]ρὶ τούτων ἀπομεμαρτυρήκασιν αὐτῶι [οἱ] | |
| [παραγεγονότες] εἰς Σαλαμῖνα τῶμ πολιτῶν· ὅπως ἂν οὖν εἰ- | |
| [δῶσιν ἅπαντ]ες, ὅτι ὁ δῆμος ὁ Ἀθηναίων εὐχάριστος ὢν δια- | |
| 10 | [τελεῖ το]ῖς εἰς ἑαυτὸν φιλοτιμουμένοις, v ἀγαθεῖ τύχει vv |
| [δ]εδόχθαι τεῖ βουλεῖ, τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπι- | |
| οῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ- | |
| βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ, | |
| ἐπαινέσαι Τίμαρχον Τιμάρχου Σαλαμίνιον καὶ στεφανῶ- | |
| 15 | σαι αὐτὸν θαλλοῦ στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλοτιμί- |
| ας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων, εἶναι δὲ αὐτὸν καὶ πρόξε- | |
| νον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἀθηναίων, καὶ εἰς τὸ λοι- | |
| πὸν δὲ τὴν αὐτὴν αἵρεσιν διατηροῦντι πρὸς τὸν δῆμον | |
| καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι, ὅτου ἂν εἶ ἄξιος· ὅπως δ’ ἂν καὶ ὑπό- | |
| 20 | μνημα ὑπάρχει αὐτῶι περὶ τῆς πρὸς τὸν δῆμον εὐνοίας, ἀναγρά- |
| ψαι τόδε τὸ ψήφισμα τὸγ γραμματέα τὸγ κατὰ πρυτανείαν | |
| ἐν στήλαις λιθίναις δυσίν, ὥστε ἀνατεθῆναι τὴμ μὲν | |
| μίαν ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων, τὴν δὲ ἄλ- | |
| λην ἐν Σαλαμῖνι ἐν τῶι τῆς Ἀθηνᾶς ἱερῶι· εἰς δὲ τὴν ἀνα- | |
| 25 | γραφὴν τῶν στηλῶν καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ταμί- |
| αν τὸ γενόμενον ἀνάλωμα. | |
| 26a | vacat 0.04 |
| in corona oleagina: | |
| 27 | ἡ βουλὴ |
| ὁ δῆμος | |
| Τίμαρχον | |
| 30 | Τιμάρχου |
| Σαλαμίνιον |
IG II²
909