[ ]
Paphl. — Sinope (Sinop) — 1st-2nd c. AD — RA(5) 3.1916.354,10 — SEG 13.540; SEG 14.776
| 1 | Μ. Εἰούτιος Μαρκιανὸς Ῥοῦφος παράδοξος |
| Σινωπεὺς πύκτης νεικήσας ἱεροὺς εἰσελαστικοὺς | |
| ἀγῶνας Ῥώμην Καπιτώλεια γʹ κατὰ τὸ | |
| ἑξῆς Νέαν πόλιν βʹ Ἄκτια βʹ πρῶτος καὶ | |
| 5 | μόνος Σινωπέων Νέμεια βʹ Ἴσθμια βʹ |
| Πύθια Ὀλύμπια Παναθήνεα πρῶτος Σι- | |
| νωπέων Ἀντιόχειαν γʹ πρῶτος καὶ μό- | |
| νος τῶν ἀπὸ αἰῶνος ἀγενείων καὶ ἀν- | |
| δρῶν ἡμέρᾳ μιᾷ ἀνδρῶν Πύθια ἐν Ἀντιο- | |
| 10 | χείᾳ Νεικομήδειαν γʹ πρῶτος καὶ μό- |
| νος τῶν ἀπ’ αἰῶνος παίδων ἀγενείων ἀν- | |
| δρῶν Κοινὰ Ἀσίας Σμύρναν Πέργαμον Ἔφε- | |
| σον τὴν ἐξ Ἄργους ἀσ[πί]δα βʹ Κοινὰ Ἀσίας | |
| Σάρδις βʹ Φιλαδέλφειαν βʹ Τράλλεις βʹ Ἱερὰν | |
| 15 | πόλιν βʹ Λαδίκεαν βʹ Θυάτειρα βʹ Μυτιλήνην βʹ |
| Κοινὸν Πόντου βʹ Κοινὸν Γαλατίας βʹ Κοινὸν | |
| Μακεδονίας Κοινὸν Βειθυνίας Νείκεαν βʹ Κοινὸν | |
| Καππαδοκίας καὶ ἄλλ[ου]ς ἡμιταλαντιαίους ριʹ | |
| {²vac.}² ρνʹ | |
| 20 | ἐξ δόγματος βουλῆς |