[ ] Lakonike — Sparta — ca. 210 AD
1                  ἡ πόλις
Πομπώ(νιον) Πανθ̣ά[λη] Διογένη Ἀριστέα ἐπί τε τῇ ἄλλῃ τοῦ βίου
παντὸς ἀρετῇ καὶ ἐπὶ τῇ τῆς ἀγορανομίας ἀνυπερβλήτῳ
μεγαλοψυχίᾳ καὶ τῶν ἐν αὐτῇ καμάτων καὶ πάσης ἐπιμε-
5 λείας παρρησίᾳ #⁵⁶ προσ[δεξαμέ]νων τὸ ἀνάλωμα τῶν μὲν
ἑπτὰ ἀνδριάντων τῶ[ν ἀ]ξιολογωτάτων παίδων αὐτοῦ #⁵⁶
Πομ(π)ω(νίου) Πανθάλους τοῦ καὶ Ἀριστοκλέους καὶ Καλλιστο-
ν̣είκης τῆς καὶ Ἀρέτης καὶ τῆς ἀξιολογωτάτης γυναι-
κὸς αὐτοῦ Μεμ(μίας) Λονγείνη[ς] τῆς Ἀριστοκλέους ————— τῶν δὲ
10 τριῶν ἀνδριάντων τοῦ πανταπρώτου Ποπ(λίου) Μεμ(μίου) Πρατολάο[υ]
τοῦ καὶ Ἀριστοκλέους τοῦ Δαμάρους ἀριστοπολειτευτο[ῦ]
τοῦ πενθεροῦ καὶ τῆς ἀξιολογωτάτης Κλαυ(δίας) Λονγείνης
τῆς Ἀριστοτέλους τῆς πενθερᾶς καὶ Ποπ(λίου) Μεμ(μίου) Δαμάρο[υς]
τοῦ Ἀριστοκλέους ————— τῶν δὲ δύο ἀνδριάντων Μάρ(κου) Αὐρ[ηλίου]
15 Νεικηφόρου τοῦ Φιλωνίδα φιλοκαίσαρος καὶ φιλοπά-
τριδος ————— αἰωνίου ἀγορανόμου ————— αἰωνίου γυμνασιάρχο[υ]
καὶ Μάρ(κου) Αὐρ(ηλίου) Ἀλκισθένους τοῦ Εὐελπίστου προστά-
                   του πόλεως.
Search Help