[ ]
Lakonike — Sparta — ca. 210 AD
| 1 | ἡ πόλις |
| Πομπώ(νιον) Πανθ̣ά[λη] Διογένη Ἀριστέα ἐπί τε τῇ ἄλλῃ τοῦ βίου | |
| παντὸς ἀρετῇ καὶ ἐπὶ τῇ τῆς ἀγορανομίας ἀνυπερβλήτῳ | |
| μεγαλοψυχίᾳ καὶ τῶν ἐν αὐτῇ καμάτων καὶ πάσης ἐπιμε- | |
| 5 | λείας παρρησίᾳ #⁵⁶ προσ[δεξαμέ]νων τὸ ἀνάλωμα τῶν μὲν |
| ἑπτὰ ἀνδριάντων τῶ[ν ἀ]ξιολογωτάτων παίδων αὐτοῦ #⁵⁶ | |
| Πομ(π)ω(νίου) Πανθάλους τοῦ καὶ Ἀριστοκλέους καὶ Καλλιστο- | |
| ν̣είκης τῆς καὶ Ἀρέτης καὶ τῆς ἀξιολογωτάτης γυναι- | |
| κὸς αὐτοῦ Μεμ(μίας) Λονγείνη[ς] τῆς Ἀριστοκλέους ————— τῶν δὲ | |
| 10 | τριῶν ἀνδριάντων τοῦ πανταπρώτου Ποπ(λίου) Μεμ(μίου) Πρατολάο[υ] |
| τοῦ καὶ Ἀριστοκλέους τοῦ Δαμάρους ἀριστοπολειτευτο[ῦ] | |
| τοῦ πενθεροῦ καὶ τῆς ἀξιολογωτάτης Κλαυ(δίας) Λονγείνης | |
| τῆς Ἀριστοτέλους τῆς πενθερᾶς καὶ Ποπ(λίου) Μεμ(μίου) Δαμάρο[υς] | |
| τοῦ Ἀριστοκλέους ————— τῶν δὲ δύο ἀνδριάντων Μάρ(κου) Αὐρ[ηλίου] | |
| 15 | Νεικηφόρου τοῦ Φιλωνίδα φιλοκαίσαρος καὶ φιλοπά- |
| τριδος ————— αἰωνίου ἀγορανόμου ————— αἰωνίου γυμνασιάρχο[υ] | |
| καὶ Μάρ(κου) Αὐρ(ηλίου) Ἀλκισθένους τοῦ Εὐελπίστου προστά- | |
| του πόλεως. |