[ ] Att. — Rhamnous — 2nd half 3rd c. BC — PAE 1958.36 — SEG 22.129+SEG 31.118
1 Εὔαινος Ῥιανοῦ Λαμπτρεὺς εἶπε· ἐπειδὴ Ἀντίμαχος
εὔνους ὢν διατελεῖ τοῖς στρατευομένοις τῶν ὑπαί-
θρων καὶ χρήσιμον ἑαυτὸν παρασκευάζων ἐν παντὶ καιρῶι
καὶ κοινεῖ πᾶσιν καὶ ἰδίαι ἑκάστωι, εἰς ὅσα ποτὲ παρακεκλή-
5 κασιν αὐτόν, ἀπροφασίστως ἀποδεικνύμενος ἣν ἔχει εὔνοι-
αν πρὸς τοὺς στρατευομένους τῶν ὑπαίθρων ἐν παντὶ και-
ρῶι, ἐπαγγέλλεται δὲ καὶ εἰς τὸ λοιπὸν χρήσιμον ἑαυτὸν πα-
[ρέχει]ν εἰς ἃ ἂν αὐτὸν [παρακαλῶσι], τύχει ἀγαθεῖ· δε-
δόχθαι τοῖς̣ σ̣τ̣ρ̣ατε̣[υομέ]νο̣ι̣ς̣ τῶ̣[ν] ὑπαίθρων ἐπαινέσαι
10 Ἀντίμαχον [— — — —c.19— — — —]νιέα καὶ στεφανῶσαι αὐ-
τὸν χρυσῶι στεφάνωι ἀρετῆς ἕνε[κ]α καὶ φιλοτιμίας τῆς εἰς ἑ-
αυτοὺς [καὶ τὸν δῆμον τὸν Ἀθηναίων — —c.16— —]περ
[— —c. 24— — ἀναγράψαι δὲ τόδε] τὸ ψήφισμα
ἐν στήληι λιθίνηι καὶ στῆσαι αὐτὴν ἐν τῶ̣ι [θεάτρωι· ἑλέσθαι δὲ] ἤδη
15 [ἄνδρας ἐξ ἑαυτῶν οἵτινες ἐπιμελήσονται τῆς τε] ἀνα-
[γραφῆς τοῦ ψηφίσματος καὶ τῆς ποιήσεως τῆς στήλης, τὸ δὲ]
[γενόμενον ἀνάλωμα — — — — — — — —]
Search Help
Contact Us