[ ]
Att. — Rhamnous — 2nd half 3rd c. BC — PAE 1958.36 — SEG 22.129+SEG 31.118
| 1 | Εὔαινος Ῥιανοῦ Λαμπτρεὺς εἶπε· ἐπειδὴ Ἀντίμαχος |
| εὔνους ὢν διατελεῖ τοῖς στρατευομένοις τῶν ὑπαί- | |
| θρων καὶ χρήσιμον ἑαυτὸν παρασκευάζων ἐν παντὶ καιρῶι | |
| καὶ κοινεῖ πᾶσιν καὶ ἰδίαι ἑκάστωι, εἰς ὅσα ποτὲ παρακεκλή- | |
| 5 | κασιν αὐτόν, ἀπροφασίστως ἀποδεικνύμενος ἣν ἔχει εὔνοι- |
| αν πρὸς τοὺς στρατευομένους τῶν ὑπαίθρων ἐν παντὶ και- | |
| ρῶι, ἐπαγγέλλεται δὲ καὶ εἰς τὸ λοιπὸν χρήσιμον ἑαυτὸν πα- | |
| [ρέχει]ν εἰς ἃ ἂν αὐτὸν [παρακαλῶσι], τύχει ἀγαθεῖ· δε- | |
| δόχθαι τοῖς̣ σ̣τ̣ρ̣ατε̣[υομέ]νο̣ι̣ς̣ τῶ̣[ν] ὑπαίθρων ἐπαινέσαι | |
| 10 | Ἀντίμαχον [— — — —c.19— — — —]νιέα καὶ στεφανῶσαι αὐ- |
| τὸν χρυσῶι στεφάνωι ἀρετῆς ἕνε[κ]α καὶ φιλοτιμίας τῆς εἰς ἑ- | |
| αυτοὺς [καὶ τὸν δῆμον τὸν Ἀθηναίων — —c.16— —]περ | |
| [— —c. 24— — ἀναγράψαι δὲ τόδε] τὸ ψήφισμα | |
| ἐν στήληι λιθίνηι καὶ στῆσαι αὐτὴν ἐν τῶ̣ι [θεάτρωι· ἑλέσθαι δὲ] ἤδη | |
| 15 | [ἄνδρας ἐξ ἑαυτῶν οἵτινες ἐπιμελήσονται τῆς τε] ἀνα- |
| [γραφῆς τοῦ ψηφίσματος καὶ τῆς ποιήσεως τῆς στήλης, τὸ δὲ] | |
| [γενόμενον ἀνάλωμα — — — — — — — —] |