[ ]
Att. — Rhamnous — 2nd half 3rd c. BC — PAE 1958.36 — SEG 22.129+SEG 31.118
1 | Εὔαινος Ῥιανοῦ Λαμπτρεὺς εἶπε· ἐπειδὴ Ἀντίμαχος |
εὔνους ὢν διατελεῖ τοῖς στρατευομένοις τῶν ὑπαί- | |
θρων καὶ χρήσιμον ἑαυτὸν παρασκευάζων ἐν παντὶ καιρῶι | |
καὶ κοινεῖ πᾶσιν καὶ ἰδίαι ἑκάστωι, εἰς ὅσα ποτὲ παρακεκλή- | |
5 | κασιν αὐτόν, ἀπροφασίστως ἀποδεικνύμενος ἣν ἔχει εὔνοι- |
αν πρὸς τοὺς στρατευομένους τῶν ὑπαίθρων ἐν παντὶ και- | |
ρῶι, ἐπαγγέλλεται δὲ καὶ εἰς τὸ λοιπὸν χρήσιμον ἑαυτὸν πα- | |
[ρέχει]ν εἰς ἃ ἂν αὐτὸν [παρακαλῶσι], τύχει ἀγαθεῖ· δε- | |
δόχθαι τοῖς̣ σ̣τ̣ρ̣ατε̣[υομέ]νο̣ι̣ς̣ τῶ̣[ν] ὑπαίθρων ἐπαινέσαι | |
10 | Ἀντίμαχον [— — — —c.19— — — —]νιέα καὶ στεφανῶσαι αὐ- |
τὸν χρυσῶι στεφάνωι ἀρετῆς ἕνε[κ]α καὶ φιλοτιμίας τῆς εἰς ἑ- | |
αυτοὺς [καὶ τὸν δῆμον τὸν Ἀθηναίων — —c.16— —]περ | |
[— —c. 24— — ἀναγράψαι δὲ τόδε] τὸ ψήφισμα | |
ἐν στήληι λιθίνηι καὶ στῆσαι αὐτὴν ἐν τῶ̣ι [θεάτρωι· ἑλέσθαι δὲ] ἤδη | |
15 | [ἄνδρας ἐξ ἑαυτῶν οἵτινες ἐπιμελήσονται τῆς τε] ἀνα- |
[γραφῆς τοῦ ψηφίσματος καὶ τῆς ποιήσεως τῆς στήλης, τὸ δὲ] | |
[γενόμενον ἀνάλωμα — — — — — — — —] |