[ ]
Att. — Rhamnous — 212/211 BC — PAE 1986[1990].13,1 — SEG 40.141
| 1 | [ἔδ]ο̣ξεν τῶν παροίκων τοῖς τεταγμένοις ἐν Ῥαμνοῦντι, |
| [Νι]κ̣όμαχος Νίκωνος Αἰτωλὸς εἶπεν· ἐπειδὴ Λάχης χει- | |
| [ρο]τονηθεὶς ὑπὸ τοῦ δήμου στρατηγὸς εἰς τὸν ἐνιαυτὸν τὸν | |
| [ἐπὶ Ε]ὐάνδρου ἄρχοντος ἔν τε τοῖς λοιποῖς ἀνεστράφη καλῶς | |
| 5 | [καὶ ἀξί]ως τῆς προϋπαρχούσης αὐτῶι διὰ προγόνων πρὸς τὸν |
| [δῆμ]ον εὐνοίας· ἐφρόντισεν δὲ καὶ τῶν παροίκων τῶν τετα- | |
| [γμ]ένων ὑπ̣’ αὐτὸν ὅπως ἂν εὐτάκτως λειτουργοῦντες συνδ- | |
| [ιασ]ώιζωσιν τῶι δήμωι̣ τὸ φρούριον· διετέλεσεν δὲ καὶ χρήσιμον | |
| [ἑα]υτὸν παρασκευάζων καὶ [κοι]νεῖ καὶ ἰδίαι πᾶσιν· ὅπως ἂν οὖν | |
| 10 | [ἐφ]άμιλλον εἶ τοῖς χειροτονηθεῖσι στρατηγοῖς φιλοτιμεῖ%⁸⁰- |
| [σθ]α̣ι εἰς ἑαυτοὺς εἰδότας ὅτι χάριτας ἀξίας κομιοῦνται ὧ̣ν̣ | |
| [ἂν ε]ὐεργετήσωσιν, ἀγαθεῖ τύχει· δεδόχθαι τοῖς τεταγμέ- | |
| [νοις] τῶν παροίκων ἐν Ῥαμνοῦντι ἐπαινέσαι τὸν στρατηγὸν | |
| [Λάχητ]α Χ̣[α]ιρεπόλιδος Λ[ευκονοέ]α καὶ στεφανῶσαι αὐ- | |
| 15 | [τὸν χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκα] καὶ δικαιοσύν[ης] |
| [τῆς εἰς τὸν δῆμον τὸν Ῥαμνουσίων καὶ εἰς ἑ]αυτούς· ἐπαινέ[σαι] | |
| [δὲ καὶ τὸν τεταγμένον ἐφ’ ἑαυτῶν Ἀν]τίβ̣ιον Προβα[λί]- | |
| [σιον καὶ στεφανῶσαι θαλλοῦ] σ̣τ̣ε̣φ̣[άνωι — — —] |