[ ]
Att. — Rhamnous [EM 13099] — 225/224 BC — ArchEph (1953/54) 130,3 — SEG 15.112; SEG 21.173; cf. SEG 49.147
| 1 | ἔδοξεν Ῥαμνουσίοις καὶ τοῖς οἰκοῦσιν τῶν πολιτῶν |
| Ῥαμνοῦντι· Τιμοκράτης Ἐπιγένου Ὀῆθεν εἶπεν· ἐπειδ[ὴ] | |
| Μένανδρος κατασταθεὶς τριήραρχος εἰς τὸν ἐνιαυ[τὸν] | |
| τὸν ἐπὶ Νικήτου ἄρχοντος τῆς τε τοῦ πλοίου ἐπ[ι]- | |
| 5 | σκευῆς ἐπεμελήθη καλῶς καὶ φιλοτίμως ἀναλ[ίσ]- |
| κων ἐκ τῶν ἰδίων ὅσα παρήγγελλον αὐτῶι οἱ ἐπὶ τού[των] | |
| τεταγμένοι· ἔθηκεν δὲ καὶ ἔλαιον τοῖς νεανίσκ[οις] | |
| [ἵ]να ἐπιμελόμενοι τοῦ σώματος δυνατώτεροι γίνων- | |
| [τ]αι· ἔθυσεν δὲ καὶ τῶι Διὶ τῶι Σωτεῖρι καὶ τεῖ Ἀθηνᾶι τεῖ | |
| 10 | [Σω]τείραι περὶ ὑγιείας καὶ σωτηρίας καὶ ὁμονοίας τῶν |
| [συ]νπλευσάντων, ὅπως ἂν ὁμονοοῦντες καὶ σωιζόμε- | |
| [νοι κ]αὶ εἰς τὸ μετὰ ταῦτα χρήσιμοι γίνωνται τῶι δήμωι, | |
| [καὶ] ὑπεδ̣έξατο φιλοτίμως ἐκ τῶν ἰδίων· v ἐστεφάνω- | |
| σε δὲ καὶ τοὺς ἐπὶ τοῦ πλοίου ὑπηρέτας φιλοτιμίας | |
| 15 | ἕνεκεν τῆς εἰς ἑαυτούς· ἔδωκεν δὲ καὶ τὰ ναυφυλά- |
| κια παρ’ ἑαυτοῦ καὶ παραγενόμενος εἰς Ῥαμνοῦντα | |
| ἔθυσεν τεῖ Νεμέσει μετὰ τοῦ στρατηγοῦ καὶ τῶν ἱερο- | |
| ποιῶν τῶν αἱρεθέντων μεθ’ αὑτοῦ 〚— — —〛 καὶ ἐπέδωκεν ἱερε[ῖ]- | |
| α καὶ οἶνον· ὅπως δ’ ἂν ἐφάμιλλον εἶ τοῖς ἀεὶ καθισταμέ- | |
| 20 | [ν]οις τριηράρχοις εἰδόσιν ὅτι χάριτας ἀξίας κομιοῦν- |
| [τ]αι ὧν ἂν εὐεργετήσωσιν, ἀγαθεῖ τύχει· δεδόχθαι | |
| Ἀθηναίων τοῖς συνπλεύσασιν ἐν τῶι ἀφράκ̣τωι | |
| ἐπαινέσαι Μένανδρον Τεισάνδρου Εἰτεαῖον καὶ | |
| στεφανῶσαι χρυσῶι σ[τ]εφάνωι κατὰ τὸν νόμον | |
| 25 | ἀρετῆς ἕνεκα 〚 — —〛 καὶ φιλοτιμίας τῆς εἰς ἑαυτούς· |
| εἶναι δὲ αὐτῶι καὶ ἀτέλειαν τοῦ πλοῦ εἰς τὸ μετὰ ταῦτα· | |
| ἀναγράψαι δὲ τὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆσαι πρὸ[ς] | |
| τεῖ πύλει, ἑλέσθαι δὲ καὶ τρεῖς ἄνδρας ἤδη ἐξ ἑαυτῶν οἵτι- | |
| νες συντελοῦσιν τὰ ἐψηφισμένα, τὸ δὲ ἀνάλωμα τὸ γεν[ό]- | |
| 30 | μενον λογίσασθαι τῶι κοινῶι· οἵδε εἱρέθησαν, Τιμοκρά- |
| της Ἐπιγένου Ὀῆθεν, Ἀρχέστρ[α]τος Αἰσχίνου Ἐρχιεύς, | |
| [Δι]οκλῆς Δίωνος Ἁμαξαντ[εύς]. | |
| Ἀθηναίων | |
| οἱ συνπλεύσ̣α̣ν̣τ̣ε̣ς | |
| 35 | Μέναν<δ>ρον |
| Τεισάνδρου | |
| Εἰτεαῖον. |