[ ]
Att. — Rhamnous — mid-3rd c. BC — PAE 1958.32 — SEG 22.120; BE 1966.182
| 1 | ἔδοξεν Ῥαμνοσίοις, Ἱερόποιος εἶπεν· ἐπαινέσ[αι] |
| Κ̣άλλιππον Θεοδότου Μελιτέα καὶ στεφανῶσαι | |
| [χρ]υ̣σῶι στεφάνωι ἀνδραγαθίας ἕνεκα καὶ δικαιοσ[ύ]- | |
| [νης τῆ]ς εἰς τὸν δῆμον τὸν Ῥαμνουσίων, ὅτι καλῶς κ- | |
| 5 | [αὶ δικα]ίως ἐπεμελήθη τῆς φυλακῆς, εἶναι δὲ καὶ προ[ε]- |
| [δρίαν αὐ]τῶι Διονυσίοις· ἀνειπεῖν δὲ τὸν κήρυκα v | |
| [Διονυσ]ίων τῶι ἀγῶνι τὸ ψήφισμα· ἀναγράψαι δὲ v | |
| [ἐν στ]ή̣ληι λιθίνηι καὶ στῆσαι τοὺς ἱεροποιοὺς ἐν τῶι ἱερῶ- | |
| [ι τῆ]ς Νεμέσεως |