[ ]
Att. — Rhamnous — 248/247 BC — PAE 1989[1992].34,16 — SEG 41.86
1 | ἔ̣δοξεν τοῖς στρατευομένοις τῶν πολιτῶν ἐν Ῥ[α]- |
μνοῦντι, Θεοχάρης Χαιρίου Λευκονοεὺς εἶπεν· ἐπειδ̣[ὴ] | |
Θούκριτος χειροτονηθεὶς ὑπὸ τοῦ δήμου στρατη[γὸς] | |
ἐπὶ τὴν χώραν τὴν παραλίαν ἐπὶ Καλλιμήδου ἄρχο[ν]- | |
5 | τος ἐπιμεμέληται τῆς τε φυλακῆς τοῦ φρουρίου |
καὶ τῶν στρατευομένων ἐν Ῥαμνοῦντι καλῶς καὶ [δι]- | |
κ̣αίω[ς] κατὰ τὰ ψηφίσματα τοῦ δήμου καὶ κοινεῖ κα[ὶ ἰ]- | |
δ̣ία[ι ἑκ]άστωι χρείαν παρεχόμενος διατετέλεκ[εν] | |
[ε]ἰ̣[ς ἃ ἂ]ν αὐτὸν παρακαλῶσιν· παρεσκεύασε δὲ κ[αὶ] | |
10 | σῖτον ἱκανὸν τεῖ φυλακεῖ πριάμενος ἐκ τῶν ἰδίω[ν], |
[ἀν]ατέθηκε καὶ συνέδριον πρὸς τῶι στρατηγ[ίωι], | |
[κα]τεσκεύακε δὲ καὶ πυλώριον καὶ πύλας ἐκ τῶν ἰδ̣[ίων] | |
[ἀ]ποδεικνύμενος τὴν εὔνοιαν ἣν ἔχων διατελε[ῖ] | |
[πρός τε] τὸν δῆμον καὶ πρὸς τοὺς στ̣[ρα]τευομένο[υς] | |
15 | [τῶν] πολιτῶν, ἀγαθεῖ τύχει· δεδόχθαι τ[οῖ]ς στρατευομέν[οις] |
[τῶ]ν πολιτῶν Ῥαμνοῦντι ἐπαινέσαι Θούκριτον Ἀλκιμάχο[υ] | |
[Μυ]ρρινούσιον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν [νό]- | |
μον ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ πρός τε τὸν [δῆ]- | |
μον καὶ πρὸς τοὺς στρατευομένους ἐν Ῥαμνοῦντι· ἀναθεῖνα[ι] | |
20 | δὲ καὶ γράψαντας τὴν εἰκόνα αὐτοῦ ἐν πίνακι ἐν τῶι Νεμ[ε]- |
σίωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνε[ι] | |
καὶ στῆσαι πρὸς τεῖ πύλει· ἑλέσθαι δὲ τρεῖς ἄνδρας | |
ἐ{ι}κ {²⁶ἐκ}²⁶ τῶν στρατιωτῶν οἵτινες ἐπιμελήσονται τῆς ἀ[να]- | |
θέσεως τῆς στήλης καὶ τοῦ πίνακος· εἰς δὲ τὴν ἀναγρα̣- | |
25 | φὴν καὶ τὴν στήλην καὶ τὸν πίνακα ὅ τι ἀνάλωμ̣[α] γέν[η]- |
ται λογισάσθωσαν οἱ αἱρεθέντες τοῖς στρατιώταις· | |
[ο]ἵδε εἱρέθησαν, Θεοχάρης Χαιρίου Λευκονοεύς, | |
{²vacat}² Δ̣η̣μ̣[όφι]λ̣ο̣ς̣ Φανοκράτου Ῥαμνούσιο[ς] | |
{²vacat}² Σωναύτης Τείσιδος Φαληρεύς {²vac.}² | |
30 | Ἀθηναίων οἱ στρατευ- |
όμενοι Ῥαμνοῦντι | |
Θούκριτον Ἀλκιμάχου | |
Μυῤῥινούσιον |