[ ]
Att. — Rhamnous — 248/247 BC — PAE 1989[1992].34,16 — SEG 41.86
| 1 | ἔ̣δοξεν τοῖς στρατευομένοις τῶν πολιτῶν ἐν Ῥ[α]- |
| μνοῦντι, Θεοχάρης Χαιρίου Λευκονοεὺς εἶπεν· ἐπειδ̣[ὴ] | |
| Θούκριτος χειροτονηθεὶς ὑπὸ τοῦ δήμου στρατη[γὸς] | |
| ἐπὶ τὴν χώραν τὴν παραλίαν ἐπὶ Καλλιμήδου ἄρχο[ν]- | |
| 5 | τος ἐπιμεμέληται τῆς τε φυλακῆς τοῦ φρουρίου |
| καὶ τῶν στρατευομένων ἐν Ῥαμνοῦντι καλῶς καὶ [δι]- | |
| κ̣αίω[ς] κατὰ τὰ ψηφίσματα τοῦ δήμου καὶ κοινεῖ κα[ὶ ἰ]- | |
| δ̣ία[ι ἑκ]άστωι χρείαν παρεχόμενος διατετέλεκ[εν] | |
| [ε]ἰ̣[ς ἃ ἂ]ν αὐτὸν παρακαλῶσιν· παρεσκεύασε δὲ κ[αὶ] | |
| 10 | σῖτον ἱκανὸν τεῖ φυλακεῖ πριάμενος ἐκ τῶν ἰδίω[ν], |
| [ἀν]ατέθηκε καὶ συνέδριον πρὸς τῶι στρατηγ[ίωι], | |
| [κα]τεσκεύακε δὲ καὶ πυλώριον καὶ πύλας ἐκ τῶν ἰδ̣[ίων] | |
| [ἀ]ποδεικνύμενος τὴν εὔνοιαν ἣν ἔχων διατελε[ῖ] | |
| [πρός τε] τὸν δῆμον καὶ πρὸς τοὺς στ̣[ρα]τευομένο[υς] | |
| 15 | [τῶν] πολιτῶν, ἀγαθεῖ τύχει· δεδόχθαι τ[οῖ]ς στρατευομέν[οις] |
| [τῶ]ν πολιτῶν Ῥαμνοῦντι ἐπαινέσαι Θούκριτον Ἀλκιμάχο[υ] | |
| [Μυ]ρρινούσιον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν [νό]- | |
| μον ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ πρός τε τὸν [δῆ]- | |
| μον καὶ πρὸς τοὺς στρατευομένους ἐν Ῥαμνοῦντι· ἀναθεῖνα[ι] | |
| 20 | δὲ καὶ γράψαντας τὴν εἰκόνα αὐτοῦ ἐν πίνακι ἐν τῶι Νεμ[ε]- |
| σίωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνε[ι] | |
| καὶ στῆσαι πρὸς τεῖ πύλει· ἑλέσθαι δὲ τρεῖς ἄνδρας | |
| ἐ{ι}κ {²⁶ἐκ}²⁶ τῶν στρατιωτῶν οἵτινες ἐπιμελήσονται τῆς ἀ[να]- | |
| θέσεως τῆς στήλης καὶ τοῦ πίνακος· εἰς δὲ τὴν ἀναγρα̣- | |
| 25 | φὴν καὶ τὴν στήλην καὶ τὸν πίνακα ὅ τι ἀνάλωμ̣[α] γέν[η]- |
| ται λογισάσθωσαν οἱ αἱρεθέντες τοῖς στρατιώταις· | |
| [ο]ἵδε εἱρέθησαν, Θεοχάρης Χαιρίου Λευκονοεύς, | |
| {²vacat}² Δ̣η̣μ̣[όφι]λ̣ο̣ς̣ Φανοκράτου Ῥαμνούσιο[ς] | |
| {²vacat}² Σωναύτης Τείσιδος Φαληρεύς {²vac.}² | |
| 30 | Ἀθηναίων οἱ στρατευ- |
| όμενοι Ῥαμνοῦντι | |
| Θούκριτον Ἀλκιμάχου | |
| Μυῤῥινούσιον |