1 | θεοί. |
ἐπὶ Ἡλιοδώρου ἄρχοντος ἐπὶ τῆς Κεκροπίδος ἐνδεκά- | |
της πρυτανείας· Θαργηλιῶνος. Λυσίστρατος Φυλαρχί- | |
δου Οἰναῖος εἶπεν· ἐπειδὴ Εὐμαρίδας πρότερόν τε, | |
5 | καθ’ ὃν καιρὸν συνέβη Βοῦκριν καταδραμόντα τὴν χώ- |
ραν καταγαγεῖν εἰς Κρήτην τῶν τε πολιτῶν πλείους κα[ὶ] | |
τῶν ἄλλων τῶν ἐκ τῆς πόλεως, πολλὰς καὶ μεγάλας χρεί- | |
ας παρέσχετο τῶι δήμωι καὶ προεισήνεγκε χρήματα ἐ- | |
κ τῶν ἰδίων εἰς τὰ εἴκοσι τάλαντα τὰ συνφωνηθέντα ὑπὲρ | |
10 | τῶν αἰχμαλώτων, ἐδάνεισε δὲ καὶ τοῖς ἁλοῦσιν εἰς ἐφόδια, |
καὶ νῦν ἀποστείλαντος τοῦ δήμου πρεσβευτάς, ὅπως τά | |
τε φιλάνθρωπα διαμένει πρὸς πάντας Κρηταιεῖς καὶ ἵνα | |
εἴ που λάφυρον ἀποδέδοται τοῖς καταπλέουσιν, ἀρθεῖ τοῦ- | |
το, συνηγόρησεν εἰς τὸ πάντα πραχθῆναι τὰ συνφέροντα | |
15 | τῶι δήμωι, συνεπρέσβευσεν δὲ καὶ εἰς Κνωσὸν καὶ τοὺς συμμά- |
χους, ἔδωκε δὲ καὶ ἐπιστολὰς τοῖς πρεσβευταῖς εἰς Πολύ- | |
ρηνα πρὸς τοὺς φίλους, ὅπως συνπραγματεύωνται μετ’ αὐ- | |
τῶν περὶ τῶν συμφερόντων, ἀναδέχεται δὲ τὴν πᾶσαν ἐπιμέ- | |
λειαν ποιήσεσθαι τοῦ διαμένειν τὰ φιλάνθρωπα τῶι δήμω[ι] | |
20 | πρὸς τοὺς οἰκοῦντας ἐγ Κρήτει πάντας· ὅπως ἂν οὖν καὶ ὁ δῆ- |
μος φαίνηται τιμῶν τοὺς ἀποδεικνυμένους ἣν ἔχουσιν αἵ- | |
ρεσιν ἐμ παντὶ καιρῶι· ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, | |
ἐπαινέσαι Εὐμαρίδαν Πανκλέους Κυδωνιάτην καὶ στεφα- | |
νῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον εὐνοίας ἕ- | |
25 | νεκα καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸ[ν] |
Ἀθηναίων, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν ἀκροπό- | |
λει· εἶναι δ’ αὐτῶι καὶ εἰς τὸ λοιπὸν χρείας παρεχομένωι | |
τιμηθῆναι καταξίως ὧν ἂν εὐεργετήσει. ἀναγράψαι δὲ τό- | |
δε τὸ ψήφισμα τὸν γραμματέα τοῦ δήμου εἰς στήλην λιθί- | |
30 | [ν]ην καὶ στῆσαι παρὰ τὴν εἰκόνα· τὸ δὲ γενόμενον ἀνάλωμα |
εἰς τὴν ἀνάθεσιν τῆς εἰκόνος καὶ τῆς στήλης μερίσαι τὸν | |
ταμίαν τῶν στρατιωτικῶν καὶ τοὺς ἐπὶ τεῖ διοικήσει. | |
vacat 0.012 | |
33 | ἐπὶ Ἀρχελάου· Ἀνθεστηριῶνος ἐμβολίμου· Διονύσιος Θεο- |
φίλου Ἐλαιούσιος εἶπεν· ἐπειδὴ διὰ τὴν εὔνοιαν ἣν ἔχων δια- | |
35 | τελεῖ πρὸς τὸν δῆμον Εὐμαρίδας Κυδωνιάτης πρότερον μὲν |
ὁ δῆμος ἐψηφίσατο ἀναθεῖναι αὐτοῦ εἰκόνα, νῦν δὲ Εὐρυκλεί- | |
δης καὶ Μικίων ἐμφανίσαντες περὶ αὐτοῦ τὰς χρείας, ἃς π[α]- | |
ρέχεται ἀξιοῦσι δοθῆναι τὴν ἀνάθεσιν ἐν τῶι τεμένει το[ῦ] | |
Δήμου καὶ τῶν Χαρίτων, ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, δε- | |
40 | δόσθαι Εὐμαρίδαι τὴν ἀνάθεσιν τῆς εἰκόνος ἧς πρότερον ἐ- |
ψήφισται ὁ δῆμος ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων, | |
[κ]αθάπερ αἰτοῦνται αὐτῶι Εὐρυκλείδης καὶ Μικίων· εἶναι δὲ | |
καὶ τὰς λοιπὰς τὰς ἐψηφισμένας τιμὰς αὐτῶι κυρίας. | |
in corona oleaginea: | |
44 | ἡ βουλὴ |
45 | ὁ δῆμος |
Εὐμαρίδαν | |
Πανκλέους | |
Κυδωνιάτην | |
ἐπὶ Φαναρχίδου ἄρχοντος ἐπὶ τῆς Πανδιονίδος τρίτης | |
50 | πρυτανείας· Βοηδρομιῶνος· Νικίας Πολ[υξ]ένου Πόριος εἶπε[ν]· |
ἐπειδὴ Χαρμίων ὑὸς ὢν Εὐμαρίδου τοῦ Κυδωνιάτου προξέ- | |
νου καὶ εὐεργέτου ὄντος ἄξιον ἑαυτὸν παρασκευάζων τῶ[ν] | |
δεδομένων τῶι πατρὶ αὐτοῦ τιμῶν καταπλεύσας εἰς τὸν | |
Πειραιᾶ θεωρὸς ἀπεσταλμένος εἰς Δελφοὺς ὑπὸ τῶν πολιτῶν | |
55 | προσαγαγόντων αὐτὸν τῶν στρατηγῶν ἀπολελόγισται τεῖ |
βουλεῖ τήν τε πατρικὴν εὔνοιαν καὶ τὰ ὑφ’ ἑαυτοῦ πεπρα- | |
γμένα καὶ εἰς τὸ λοιπὸν ἐπαγγέλλεται χρήσιμος ἔσεσθαι | |
καὶ ἰδίαι καὶ κοινεῖ τοῖς παραγινομένοις εἰς Κρήτην Ἀθηναί- | |
ων· ὅπως ἂν οὖν ἐμ παντὶ καιρῶι τὰ φιλάνθρωπα πρὸς τοὺς ἀξίους | |
60 | πράττηται καὶ νῦν καθάπερ καὶ πρότερον, τύχει ἀγαθεῖ δεδόχθαι |
τεῖ βουλεῖ, τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκ- | |
κλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι | |
τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ, τοὺς μὲν στρα- | |
τηγοὺς ἀποστεῖλαι ξένια Χαρμίωνι Εὐμαρίδου καὶ τοῖς πα- | |
65 | ραγεγονόσι μετ’ αὐτοῦ συνθεώροις καὶ τῶι ὑῶι αὐτοῦ Εὐμαρίδαι, |
τὸν δὲ ταμίαν τῶν στρατιωτικῶν μερίσαι τὸ γενόμενον ἀνά- | |
[λ]ωμα κατὰ τὴν διάταξιν· ὑπάρχειν δ’ αὐτῶι καὶ τὴν πατρικὴν | |
[π]ροξενίαν καὶ τοῖς ἐκγόνοις· εἶναι <δ’> αὐτῶι καὶ εἰς τὸ λοιπὸν τῆ[ς] | |
[ἰδί]ας αἱρέσεως ποιουμένωι τὴν ἀπόδειξιν εὑρέσθαι ἀγαθὸν | |
70 | [π]αρὰ τῆς βουλῆς καὶ τοῦ δήμου ὅτου ἂν φαίνηται ἄξιος εἶναι. |
vacat 0.30 |
IG II²
844