| 1 | θεοί. |
| ἐπὶ Ἡλιοδώρου ἄρχοντος ἐπὶ τῆς Κεκροπίδος ἐνδεκά- | |
| της πρυτανείας· Θαργηλιῶνος. Λυσίστρατος Φυλαρχί- | |
| δου Οἰναῖος εἶπεν· ἐπειδὴ Εὐμαρίδας πρότερόν τε, | |
| 5 | καθ’ ὃν καιρὸν συνέβη Βοῦκριν καταδραμόντα τὴν χώ- |
| ραν καταγαγεῖν εἰς Κρήτην τῶν τε πολιτῶν πλείους κα[ὶ] | |
| τῶν ἄλλων τῶν ἐκ τῆς πόλεως, πολλὰς καὶ μεγάλας χρεί- | |
| ας παρέσχετο τῶι δήμωι καὶ προεισήνεγκε χρήματα ἐ- | |
| κ τῶν ἰδίων εἰς τὰ εἴκοσι τάλαντα τὰ συνφωνηθέντα ὑπὲρ | |
| 10 | τῶν αἰχμαλώτων, ἐδάνεισε δὲ καὶ τοῖς ἁλοῦσιν εἰς ἐφόδια, |
| καὶ νῦν ἀποστείλαντος τοῦ δήμου πρεσβευτάς, ὅπως τά | |
| τε φιλάνθρωπα διαμένει πρὸς πάντας Κρηταιεῖς καὶ ἵνα | |
| εἴ που λάφυρον ἀποδέδοται τοῖς καταπλέουσιν, ἀρθεῖ τοῦ- | |
| το, συνηγόρησεν εἰς τὸ πάντα πραχθῆναι τὰ συνφέροντα | |
| 15 | τῶι δήμωι, συνεπρέσβευσεν δὲ καὶ εἰς Κνωσὸν καὶ τοὺς συμμά- |
| χους, ἔδωκε δὲ καὶ ἐπιστολὰς τοῖς πρεσβευταῖς εἰς Πολύ- | |
| ρηνα πρὸς τοὺς φίλους, ὅπως συνπραγματεύωνται μετ’ αὐ- | |
| τῶν περὶ τῶν συμφερόντων, ἀναδέχεται δὲ τὴν πᾶσαν ἐπιμέ- | |
| λειαν ποιήσεσθαι τοῦ διαμένειν τὰ φιλάνθρωπα τῶι δήμω[ι] | |
| 20 | πρὸς τοὺς οἰκοῦντας ἐγ Κρήτει πάντας· ὅπως ἂν οὖν καὶ ὁ δῆ- |
| μος φαίνηται τιμῶν τοὺς ἀποδεικνυμένους ἣν ἔχουσιν αἵ- | |
| ρεσιν ἐμ παντὶ καιρῶι· ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, | |
| ἐπαινέσαι Εὐμαρίδαν Πανκλέους Κυδωνιάτην καὶ στεφα- | |
| νῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον εὐνοίας ἕ- | |
| 25 | νεκα καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸ[ν] |
| Ἀθηναίων, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν ἀκροπό- | |
| λει· εἶναι δ’ αὐτῶι καὶ εἰς τὸ λοιπὸν χρείας παρεχομένωι | |
| τιμηθῆναι καταξίως ὧν ἂν εὐεργετήσει. ἀναγράψαι δὲ τό- | |
| δε τὸ ψήφισμα τὸν γραμματέα τοῦ δήμου εἰς στήλην λιθί- | |
| 30 | [ν]ην καὶ στῆσαι παρὰ τὴν εἰκόνα· τὸ δὲ γενόμενον ἀνάλωμα |
| εἰς τὴν ἀνάθεσιν τῆς εἰκόνος καὶ τῆς στήλης μερίσαι τὸν | |
| ταμίαν τῶν στρατιωτικῶν καὶ τοὺς ἐπὶ τεῖ διοικήσει. | |
| vacat 0.012 | |
| 33 | ἐπὶ Ἀρχελάου· Ἀνθεστηριῶνος ἐμβολίμου· Διονύσιος Θεο- |
| φίλου Ἐλαιούσιος εἶπεν· ἐπειδὴ διὰ τὴν εὔνοιαν ἣν ἔχων δια- | |
| 35 | τελεῖ πρὸς τὸν δῆμον Εὐμαρίδας Κυδωνιάτης πρότερον μὲν |
| ὁ δῆμος ἐψηφίσατο ἀναθεῖναι αὐτοῦ εἰκόνα, νῦν δὲ Εὐρυκλεί- | |
| δης καὶ Μικίων ἐμφανίσαντες περὶ αὐτοῦ τὰς χρείας, ἃς π[α]- | |
| ρέχεται ἀξιοῦσι δοθῆναι τὴν ἀνάθεσιν ἐν τῶι τεμένει το[ῦ] | |
| Δήμου καὶ τῶν Χαρίτων, ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, δε- | |
| 40 | δόσθαι Εὐμαρίδαι τὴν ἀνάθεσιν τῆς εἰκόνος ἧς πρότερον ἐ- |
| ψήφισται ὁ δῆμος ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων, | |
| [κ]αθάπερ αἰτοῦνται αὐτῶι Εὐρυκλείδης καὶ Μικίων· εἶναι δὲ | |
| καὶ τὰς λοιπὰς τὰς ἐψηφισμένας τιμὰς αὐτῶι κυρίας. | |
| in corona oleaginea: | |
| 44 | ἡ βουλὴ |
| 45 | ὁ δῆμος |
| Εὐμαρίδαν | |
| Πανκλέους | |
| Κυδωνιάτην | |
| ἐπὶ Φαναρχίδου ἄρχοντος ἐπὶ τῆς Πανδιονίδος τρίτης | |
| 50 | πρυτανείας· Βοηδρομιῶνος· Νικίας Πολ[υξ]ένου Πόριος εἶπε[ν]· |
| ἐπειδὴ Χαρμίων ὑὸς ὢν Εὐμαρίδου τοῦ Κυδωνιάτου προξέ- | |
| νου καὶ εὐεργέτου ὄντος ἄξιον ἑαυτὸν παρασκευάζων τῶ[ν] | |
| δεδομένων τῶι πατρὶ αὐτοῦ τιμῶν καταπλεύσας εἰς τὸν | |
| Πειραιᾶ θεωρὸς ἀπεσταλμένος εἰς Δελφοὺς ὑπὸ τῶν πολιτῶν | |
| 55 | προσαγαγόντων αὐτὸν τῶν στρατηγῶν ἀπολελόγισται τεῖ |
| βουλεῖ τήν τε πατρικὴν εὔνοιαν καὶ τὰ ὑφ’ ἑαυτοῦ πεπρα- | |
| γμένα καὶ εἰς τὸ λοιπὸν ἐπαγγέλλεται χρήσιμος ἔσεσθαι | |
| καὶ ἰδίαι καὶ κοινεῖ τοῖς παραγινομένοις εἰς Κρήτην Ἀθηναί- | |
| ων· ὅπως ἂν οὖν ἐμ παντὶ καιρῶι τὰ φιλάνθρωπα πρὸς τοὺς ἀξίους | |
| 60 | πράττηται καὶ νῦν καθάπερ καὶ πρότερον, τύχει ἀγαθεῖ δεδόχθαι |
| τεῖ βουλεῖ, τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκ- | |
| κλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι | |
| τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ, τοὺς μὲν στρα- | |
| τηγοὺς ἀποστεῖλαι ξένια Χαρμίωνι Εὐμαρίδου καὶ τοῖς πα- | |
| 65 | ραγεγονόσι μετ’ αὐτοῦ συνθεώροις καὶ τῶι ὑῶι αὐτοῦ Εὐμαρίδαι, |
| τὸν δὲ ταμίαν τῶν στρατιωτικῶν μερίσαι τὸ γενόμενον ἀνά- | |
| [λ]ωμα κατὰ τὴν διάταξιν· ὑπάρχειν δ’ αὐτῶι καὶ τὴν πατρικὴν | |
| [π]ροξενίαν καὶ τοῖς ἐκγόνοις· εἶναι <δ’> αὐτῶι καὶ εἰς τὸ λοιπὸν τῆ[ς] | |
| [ἰδί]ας αἱρέσεως ποιουμένωι τὴν ἀπόδειξιν εὑρέσθαι ἀγαθὸν | |
| 70 | [π]αρὰ τῆς βουλῆς καὶ τοῦ δήμου ὅτου ἂν φαίνηται ἄξιος εἶναι. |
| vacat 0.30 |
IG II²
844