IG II² 844
[ ] Att. — non-stoich. — c. 217/6 — IG II² 844 Add. (pt. 1.2 p. 668)
See also:
1 θεοί.
ἐπὶ Ἡλιοδώρου ἄρχοντος ἐπὶ τῆς Κεκροπίδος ἐνδεκά-
της πρυτανείας· Θαργηλιῶνος. Λυσίστρατος Φυλαρχί-
δου Οἰναῖος εἶπεν· ἐπειδὴ Εὐμαρίδας πρότερόν τε,
5 καθ’ ὃν καιρὸν συνέβη Βοῦκριν καταδραμόντα τὴν χώ-
ραν καταγαγεῖν εἰς Κρήτην τῶν τε πολιτῶν πλείους κα[ὶ]
τῶν ἄλλων τῶν ἐκ τῆς πόλεως, πολλὰς καὶ μεγάλας χρεί-
ας παρέσχετο τῶι δήμωι καὶ προεισήνεγκε χρήματα ἐ-
κ τῶν ἰδίων εἰς τὰ εἴκοσι τάλαντα τὰ συνφωνηθέντα ὑπὲρ
10 τῶν αἰχμαλώτων, ἐδάνεισε δὲ καὶ τοῖς ἁλοῦσιν εἰς ἐφόδια,
καὶ νῦν ἀποστείλαντος τοῦ δήμου πρεσβευτάς, ὅπως τά
τε φιλάνθρωπα διαμένει πρὸς πάντας Κρηταιεῖς καὶ ἵνα
εἴ που λάφυρον ἀποδέδοται τοῖς καταπλέουσιν, ἀρθεῖ τοῦ-
το, συνηγόρησεν εἰς τὸ πάντα πραχθῆναι τὰ συνφέροντα
15 τῶι δήμωι, συνεπρέσβευσεν δὲ καὶ εἰς Κνωσὸν καὶ τοὺς συμμά-
χους, ἔδωκε δὲ καὶ ἐπιστολὰς τοῖς πρεσβευταῖς εἰς Πολύ-
ρηνα πρὸς τοὺς φίλους, ὅπως συνπραγματεύωνται μετ’ αὐ-
τῶν περὶ τῶν συμφερόντων, ἀναδέχεται δὲ τὴν πᾶσαν ἐπιμέ-
λειαν ποιήσεσθαι τοῦ διαμένειν τὰ φιλάνθρωπα τῶι δήμω[ι]
20 πρὸς τοὺς οἰκοῦντας ἐγ Κρήτει πάντας· ὅπως ἂν οὖν καὶ ὁ δῆ-
μος φαίνηται τιμῶν τοὺς ἀποδεικνυμένους ἣν ἔχουσιν αἵ-
ρεσιν ἐμ παντὶ καιρῶι· ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι,
ἐπαινέσαι Εὐμαρίδαν Πανκλέους Κυδωνιάτην καὶ στεφα-
νῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον εὐνοίας ἕ-
25 νεκα καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸ[ν]
Ἀθηναίων, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν ἀκροπό-
λει· εἶναι δ’ αὐτῶι καὶ εἰς τὸ λοιπὸν χρείας παρεχομένωι
τιμηθῆναι καταξίως ὧν ἂν εὐεργετήσει. ἀναγράψαι δὲ τό-
δε τὸ ψήφισμα τὸν γραμματέα τοῦ δήμου εἰς στήλην λιθί-
30 [ν]ην καὶ στῆσαι παρὰ τὴν εἰκόνα· τὸ δὲ γενόμενον ἀνάλωμα
εἰς τὴν ἀνάθεσιν τῆς εἰκόνος καὶ τῆς στήλης μερίσαι τὸν
ταμίαν τῶν στρατιωτικῶν καὶ τοὺς ἐπὶ τεῖ διοικήσει.
                     vacat 0.012
33 ἐπὶ Ἀρχελάου· Ἀνθεστηριῶνος ἐμβολίμου· Διονύσιος Θεο-
φίλου Ἐλαιούσιος εἶπεν· ἐπειδὴ διὰ τὴν εὔνοιαν ἣν ἔχων δια-
35 τελεῖ πρὸς τὸν δῆμον Εὐμαρίδας Κυδωνιάτης πρότερον μὲν
ὁ δῆμος ἐψηφίσατο ἀναθεῖναι αὐτοῦ εἰκόνα, νῦν δὲ Εὐρυκλεί-
δης καὶ Μικίων ἐμφανίσαντες περὶ αὐτοῦ τὰς χρείας, ἃς π[α]-
ρέχεται ἀξιοῦσι δοθῆναι τὴν ἀνάθεσιν ἐν τῶι τεμένει το[ῦ]
Δήμου καὶ τῶν Χαρίτων, ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, δε-
40 δόσθαι Εὐμαρίδαι τὴν ἀνάθεσιν τῆς εἰκόνος ἧς πρότερον ἐ-
ψήφισται ὁ δῆμος ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων,
[κ]αθάπερ αἰτοῦνται αὐτῶι Εὐρυκλείδης καὶ Μικίων· εἶναι δὲ
καὶ τὰς λοιπὰς τὰς ἐψηφισμένας τιμὰς αὐτῶι κυρίας.
                   in corona oleaginea:
44                         ἡ βουλὴ
45                         ὁ δῆμος
                       Εὐμαρίδαν
                       Πανκλέους
                       Κυδωνιάτην
ἐπὶ Φαναρχίδου ἄρχοντος ἐπὶ τῆς Πανδιονίδος τρίτης
50 πρυτανείας· Βοηδρομιῶνος· Νικίας Πολ[υξ]ένου Πόριος εἶπε[ν]·
ἐπειδὴ Χαρμίων ὑὸς ὢν Εὐμαρίδου τοῦ Κυδωνιάτου προξέ-
νου καὶ εὐεργέτου ὄντος ἄξιον ἑαυτὸν παρασκευάζων τῶ[ν]
δεδομένων τῶι πατρὶ αὐτοῦ τιμῶν καταπλεύσας εἰς τὸν
Πειραιᾶ θεωρὸς ἀπεσταλμένος εἰς Δελφοὺς ὑπὸ τῶν πολιτῶν
55 προσαγαγόντων αὐτὸν τῶν στρατηγῶν ἀπολελόγισται τεῖ
βουλεῖ τήν τε πατρικὴν εὔνοιαν καὶ τὰ ὑφ’ ἑαυτοῦ πεπρα-
γμένα καὶ εἰς τὸ λοιπὸν ἐπαγγέλλεται χρήσιμος ἔσεσθαι
καὶ ἰδίαι καὶ κοινεῖ τοῖς παραγινομένοις εἰς Κρήτην Ἀθηναί-
ων· ὅπως ἂν οὖν ἐμ παντὶ καιρῶι τὰ φιλάνθρωπα πρὸς τοὺς ἀξίους
60 πράττηται καὶ νῦν καθάπερ καὶ πρότερον, τύχει ἀγαθεῖ δεδόχθαι
τεῖ βουλεῖ, τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκ-
κλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι
τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ, τοὺς μὲν στρα-
τηγοὺς ἀποστεῖλαι ξένια Χαρμίωνι Εὐμαρίδου καὶ τοῖς πα-
65 ραγεγονόσι μετ’ αὐτοῦ συνθεώροις καὶ τῶι ὑῶι αὐτοῦ Εὐμαρίδαι,
τὸν δὲ ταμίαν τῶν στρατιωτικῶν μερίσαι τὸ γενόμενον ἀνά-
[λ]ωμα κατὰ τὴν διάταξιν· ὑπάρχειν δ’ αὐτῶι καὶ τὴν πατρικὴν
[π]ροξενίαν καὶ τοῖς ἐκγόνοις· εἶναι <δ’> αὐτῶι καὶ εἰς τὸ λοιπὸν τῆ[ς]
[ἰδί]ας αἱρέσεως ποιουμένωι τὴν ἀπόδειξιν εὑρέσθαι ἀγαθὸν
70 [π]αρὰ τῆς βουλῆς καὶ τοῦ δήμου ὅτου ἂν φαίνηται ἄξιος εἶναι.
                        vacat 0.30
Search Help