[ ]
Syria, Ctr. — Palmyra (Tadmor) — 144 AD — Drijvers, Studia Aramaica = J.Sem.Stud., Suppl. 4 (1995) 31-42
| 1 | [τὰς ἀνδριάντας τέσσαρας χαλκιὰς, ἕνα] τοῦτον τὸν ἐν |
| [ἱερῷ Ἀθην]ᾶς, ἕνα δὲ τὸν ἐν ἱερῷ ἄλσει, ἕνα δὲ τὸν | |
| [ἐν ἱερῷ Ἄρεο]ς καὶ ἕνα τὸν ἐν ἱερῷ Ἀταργάτειος | |
| [τοὺς] ἐγηγερμένους παρὰ τοῖς πρώτοις | |
| 5 | τέσσαρσι ἀνδριᾶσι τοῖς ἀνεγερθεῖσι |
| ὑπὸ τῆς πρώτης συνοδίας Σοαδῳ Βωλιαδους | |
| τοῦ Σοαδου τοῦ Θαιμισαμσου εὐσεβεῖ καὶ φιλο- | |
| πατρίδι τῷ διὰ τὴν αὐτοῦ εὔνοιαν καὶ μεγαλο- | |
| φροσύνην τὴν πρὸς τοὺς πολείτας παντὶ | |
| 10 | τρόπῳ κεκοσμημένῳ ἀρεταῖς καὶ μεγίσ- |
| ταις τειμαῖς ἀνέστησεν ἡ ἀπὸ Ὀλογασίας ἀνα- | |
| βᾶσα συνοδία πάντων Παλμυρηνῶν ἐπεὶ | |
| προώρμησεν ἐπισήμως παραλαβὼν μ[ε]- | |
| θ’ ἑαυτοῦ πολλὴν δύναμιν καὶ ἀνέστ[η] | |
| 15 | [Αβ]δαλλθῳ Εειθηνῳ καὶ τοῖς ὑπ’ αὐτοῦ συναχθεῖσι ἀπὸ π[(․․․․․․․)] |
| [δ(․․․․․․․․․․․․)ι]ροῖς τοῖς ἐπὶ χρόνον ἐνεδρεύσασι ἀδικῆσαι τὴν σ[υνοδίαν] | |
| [(․․․․․․․․․․)] προδιέσωσεν αὐτοὺς. διὰ τοῦτο ἀνήγειραν αὐτῷ | |
| [τοὺς ἀνδριάντας ( ) ] τειμῆς χάριν συνοδιαρχούντων Μαλη Συμωνου | |
| [(․․․․․․․․․․․․) καὶ Ε]ννιβηλου Συμωνου τοῦ Βαζεκη | |
| 20 | ἔτους ενυʹ μη[νὸς] Δαισίου. |
| {²Texte palmyrénien.}² |