[ ]
Syria, Ctr. — Palmyra (Tadmor) — 140-161 AD — CRAI 1930.183 — AnnÉp (1931) 54
| A.1 | ἔτο[υς ․․․ʹ] |
| ἡ βουλὴ [κ]αὶ ὁ δῆμος <Σοαδ>ον Βωλιαδους | |
| τοῦ Σ[ο]αδου τοῦ Θαιμισαμσου, εὐσεβῆ καὶ | |
| φιλόπατριν καὶ ἐν πολλοῖς καὶ μεγάλοις καιροῖς | |
| 5 | γν[η]σίως καὶ φιλοτείμως παραστάντα τοῖς |
| ἐμ[πόρ]οις καὶ ταῖς συνοδίαις καὶ τοῖς ἐν Ὀλογασιάδι | |
| πολείτας, καὶ ἐπὶ τούτοις [ἐπισ]τολ[ᾷ] θεοῦ | |
| [Ἁ]δριανοῦ καὶ τοῦ θειοτάτου Α[ὐ]τοκράτορος | |
| Ἀντωνεινοῦ υἱοῦ αὐτοῦ μαρθυρεθέντα, | |
| 10 | ὁμοίως καὶ διατάγματι Ποβλικίου Μαρκέλλου |
| καὶ ἐπιστολᾷ αὐτοῦ καὶ τῶν ἔξης ὑπατικῶν, | |
| καὶ ψηφίσματι καὶ ἀνδριᾶσι τειμηθέντα ὑπὸ | |
| βουλῆς καὶ δήμου καὶ τῶν κατὰ καιρὸν συν- | |
| οδιῶν καὶ τῶν καθ’ ἕνα πολειτῶν, καὶ νῦν τοῦτον | |
| 15 | μόνον τῶν πώποτε πολειτῶν ὑπὸ τῆς |
| πατρίδος διὰ τὰς συνεχεῖς καὶ ἐπ’ ἀλ[λ]ήλους | |
| εὐποίας τεσσάρων ἀνδριάντων ἐν τῷ | |
| τετραδείῳ τῆς πόλεος ἐπὶ κειόνων δημοσίοις | |
| ἀναλώμασι κατηξιωμένον καὶ ἄλλων | |
| 20 | ἀνδριάντων τριῶν ἔν τε Σπασίνου Χάρακι |
| [κα]ὶ ἐν Ὀλ[ο]γασιά[δι] καὶ ἐ[ν] Γεννάη καταλύματι συν- | |
| {συν}οδιῶν {²⁶συνοδιῶν}²⁶ ὑπὸ β[ουλ]ῆς καὶ δήμου, καὶ κτίσαντα | |
| [ἐ]ν Ὀλογα[σιάδι ναὸν τῶν Σε]βαστῶν κ[αὶ] κ[α]θι- | |
| [ερώ]σαν[τα — — —] | |
| 25 | |
| B.1 | [καὶ ( ) πίστε]ω[ς ( ) κ]αὶ μεγαλοφ[ρ]οσύνης ἕ[νεκα] ( ) |
| πά[νυ ( ) πᾶσα]ν ἐνχειρισθέντα δυναστείαν | |
| [— — —]στωτο[— — —]ειρω | |
| [— — —]ς στασι[— — —] | |
| 5 | — — — |
| {²Texte palmyrénien.}² |