[ ]
Lakonike — Sparta — after 188 BC
1 | [πό]θοδον ποιησαμένου Καρνεάδου τοῦ |
Αἰγλάνορος Κυραναίου, ὅπως διαλε- | |
χθ[ῆ]ι τῶι δάμωι περὶ τῶν φιλανθρώπων | |
καὶ περὶ προξενίας· ἐπεὶ Καρνεάδης Αἰγλ[ά]- | |
5 | νορος πόθοδον ποιησάμενος διελέγη περ[ὶ] |
τῶν φιλανθρώπων καὶ περὶ προξενίας, ἔδοξ[ε] | |
τῶι δάμωι· Καρνεάδην Αἰγλάνορος Κυρανα[ῖ]- | |
ον πρόξενον εἶμεν τᾶς πόλεος αὐ- | |
τὸν καὶ ἐκγόνους, ὑπάρχειν δὲ αὐτ[ῶι] | |
10 | [κ]αὶ τὰ τίμια ὅσα γέγραπται ἐν τοῖς νό- |
[μο]ις τοῖς προξένοις, τὸν δὲ ἐκ- | |
[δο]τῆρα ἐκδόμεν μεθ’ ὧν ὁ νόμος κε- | |
λεύει στάλαν λιθίναν, εἰς ἃν ἀναγραφέν̣- | |
τα τὰ δεδογμένα ἀνατεθήσεται εἰς τ̣[ὸ] | |
15 | [ἱ]ερὸν τᾶς Ἀθάνας τᾶς Χαλκιοίκου εἰς ὃ[ν] |
[τ]όπ[ο]ν ὁ νόμος ἵστασθαι κελεύει κατὰ | |
συ[νγρ]α[φ]ὰν ἅν κα γράψει ὁ ἀρχιτέκτων, τὸ δὲ ἀ- | |
ν̣άλ̣[ωμα] δόμεν τὸν ἐπιδαμιοργόν. |