[ ] Lakonike — Sparta — after 188 BC
1 [πό]θοδον ποιησαμένου Καρνεάδου τοῦ
Αἰγλάνορος Κυραναίου, ὅπως διαλε-
χθ[ῆ]ι τῶι δάμωι περὶ τῶν φιλανθρώπων
καὶ περὶ προξενίας· ἐπεὶ Καρνεάδης Αἰγλ[ά]-
5 νορος πόθοδον ποιησάμενος διελέγη περ[ὶ]
τῶν φιλανθρώπων καὶ περὶ προξενίας, ἔδοξ[ε]
τῶι δάμωι· Καρνεάδην Αἰγλάνορος Κυρανα[ῖ]-
ον πρόξενον εἶμεν τᾶς πόλεος αὐ-
τὸν καὶ ἐκγόνους, ὑπάρχειν δὲ αὐτ[ῶι]
10 [κ]αὶ τὰ τίμια ὅσα γέγραπται ἐν τοῖς νό-
[μο]ις τοῖς προξένοις, τὸν δὲ ἐκ-
[δο]τῆρα ἐκδόμεν μεθ’ ὧν ὁ νόμος κε-
λεύει στάλαν λιθίναν, εἰς ἃν ἀναγραφέν̣-
τα τὰ δεδογμένα ἀνατεθήσεται εἰς τ̣[ὸ]
15 [ἱ]ερὸν τᾶς Ἀθάνας τᾶς Χαλκιοίκου εἰς ὃ[ν]
[τ]όπ[ο]ν ὁ νόμος ἵστασθαι κελεύει κατὰ
συ[νγρ]α[φ]ὰν ἅν κα γράψει ὁ ἀρχιτέκτων, τὸ δὲ ἀ-
ν̣άλ̣[ωμα] δόμεν τὸν ἐπιδαμιοργόν.
Search Help
Contact Us