[ ] Phokis — Delphi — 48 BC? — FD 3:1.480
1                                δ̣όγμ̣[α τῶν Ἀμφικτιόν]ων.
ἐπεὶ Κάλλιστος Ἐπιγ[ένους Κνίδιος, ἀν]ὴρ καλὸς κάγαθὸς γενόμ[ε]-
νος ἐπὶ τῆς Ἑλλάδος μ[ετὰ τοῦ αὐτοκρ]άτορος καὶ μετὰ τῶν ἐκεί-
νου πρεσβευτῶν καὶ ἀν[τιστρατήγων τ]ὴν ἀναστροφὴν καὶ εὐταξί-
5 αν τοῦ βίου πεποίηται π[ᾶσιν ἀνυπέρβλ]ητον καὶ πλείστην ῥοπὴν
παρὰ τοῖς ἡγουμέ[νο]ι[ς ε][ς πάντα ἔχων τῶν] πόλεων ἥκει φροντίζων καὶ πα-
ραίτιος ἀεί τινος ἀγα[θοῦ γινόμενος τοῖς ἡ]μετέροις δήμοις τούς τε κα-
τ’ ἄνδρα χρείαν ἔχοντας [τῶν Ἑλλήνων συλ]λαμβάνων καὶ δι’ αὐτοῦ καὶ δι-
ὰ τῶν ἡγουμένων ὥστε καὶ [κατὰ κοινὸν] καὶ κατ’ ἰδίαν φίλον καὶ ξέ[νον]
10 καὶ εὐεργέτην ἑαυτὸν ἀποδεδει[χ][ν]αι τῶν Ἑλλήνων, καὶ ταῦτα πά[ν]-
τα πράττων διατετέλεκεν καὶ πόλεις καὶ ἰδιώτας σῴζων χωρὶς [ὀψω]νίων
δεομένων [ἀμοι]βῆς τε καὶ δαπάνης, ὥστε τὴν χρηστότητα καὶ μεγαλο-
ψυχίαν αὐτοῦ παρὰ πᾶσι γεγον<έν>αι διάδηλον· τύχηι τῆι ἀγαθῆι· δεδό-
χθαι τοῖς Ἀμφικτίοσιν ἐπαινέσαι τε Κάλλιστον Ἐπιγένους Κνίδιον ἐφ’ [ἧι]
15 ἔχων εὐνοίᾳ διατελεῖ πρός τε τὰς Ἑλληνίδας πόλεις καὶ τὸ Ἀμφικ[τι]-
ονικὸν σύστημα· καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην καὶ τ̣ο[ὺς ἐκγ]όνο[υς]
αὐτοῦ τοῦ τε συνεδρίου τῶν [Ἀμ]φικτιόνων καὶ τῶν ἄλλων Ἑλλήνων· εἶ
ναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν Πυθίοις καὶ ἀναγορεύεσθαι αὐ[τὸν ἐν τῶι γυ]-
μνικῶι ἀγῶνι μετὰ τῶν ἄλλων εὐεργετῶν, καὶ στεφανοῦσθαι χρυσῶι σ[τε]-
20 φάνωι· στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν Δελφοῖς ἐν τῶι ἱ[ερῶ]ι τοῦ Ἀ-
πόλλωνος τοῦ Πυθίου ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ἐπιγραφὴποι]ουμέ-
νους· οἱ Ἀμφικτίονες Κάλλιστον Ἐπιγένους Κνίδιον, εὐνοίας ἕνεκεν κ[αὶ]
ἀρετῆς τῆς εἰς ἑατοὺς κ[αὶ] τοὺς ἄλλους Ἕλληνας, Ἀπόλλωνι Πυθίωι· ἑλέσ<θ>α̣[ι]
δὲ καὶ πρεσβευτὰς οἵτιν[ε]ς ἀποίσουσιν αὐτῷ τάσδε τὰς τιμὰς κ[αὶ] παρακαλ[οῦ]-
25 σιν αὐτὸν τὴν [αὐ]τὴν διαφυλάσσειν πρὸς πάντας τοὺς Ἕλληνας εὔνοι[αν].
πρεσβευταὶ εἱρέθησαν· Ἀντιγένης καὶ Ἀγησίλαος [οἱ ․․․]ολάου, Πρωτο[γέ]-
νης Πρωτάρχου, Καλλείδας Εὐξιθέου, Διόδωρος Δωροθέου.
Search Help
Contact Us