[ ]
Phokis — Delphi — 48 BC? — FD 3:1.480
| 1 | δ̣όγμ̣[α τῶν Ἀμφικτιόν]ων. |
| ἐπεὶ Κάλλιστος Ἐπιγ[ένους Κνίδιος, ἀν]ὴρ καλὸς κάγαθὸς γενόμ[ε]- | |
| νος ἐπὶ τῆς Ἑλλάδος μ[ετὰ τοῦ αὐτοκρ]άτορος καὶ μετὰ τῶν ἐκεί- | |
| νου πρεσβευτῶν καὶ ἀν[τιστρατήγων τ]ὴν ἀναστροφὴν καὶ εὐταξί- | |
| 5 | αν τοῦ βίου πεποίηται π[ᾶσιν ἀνυπέρβλ]ητον καὶ πλείστην ῥοπὴν |
| παρὰ τοῖς ἡγουμέ[νο]ι[ς ε]ἰ[ς πάντα ἔχων τῶν] πόλεων ἥκει φροντίζων καὶ πα- | |
| ραίτιος ἀεί τινος ἀγα[θοῦ γινόμενος τοῖς ἡ]μετέροις δήμοις τούς τε κα- | |
| τ’ ἄνδρα χρείαν ἔχοντας [τῶν Ἑλλήνων συλ]λαμβάνων καὶ δι’ αὐτοῦ καὶ δι- | |
| ὰ τῶν ἡγουμένων ὥστε καὶ [κατὰ κοινὸν] καὶ κατ’ ἰδίαν φίλον καὶ ξέ[νον] | |
| 10 | καὶ εὐεργέτην ἑαυτὸν ἀποδεδει[χ]έ[ν]αι τῶν Ἑλλήνων, καὶ ταῦτα πά[ν]- |
| τα πράττων διατετέλεκεν καὶ πόλεις καὶ ἰδιώτας σῴζων χωρὶς [ὀψω]νίων | |
| δεομένων [ἀμοι]βῆς τε καὶ δαπάνης, ὥστε τὴν χρηστότητα καὶ μεγαλο- | |
| ψυχίαν αὐτοῦ παρὰ πᾶσι γεγον<έν>αι διάδηλον· τύχηι τῆι ἀγαθῆι· δεδό- | |
| χθαι τοῖς Ἀμφικτίοσιν ἐπαινέσαι τε Κάλλιστον Ἐπιγένους Κνίδιον ἐφ’ [ἧι] | |
| 15 | ἔχων εὐνοίᾳ διατελεῖ πρός τε τὰς Ἑλληνίδας πόλεις καὶ τὸ Ἀμφικ[τι]- |
| ονικὸν σύστημα· καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην καὶ τ̣ο[ὺς ἐκγ]όνο[υς] | |
| αὐτοῦ τοῦ τε συνεδρίου τῶν [Ἀμ]φικτιόνων καὶ τῶν ἄλλων Ἑλλήνων· εἶ | |
| ναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν Πυθίοις καὶ ἀναγορεύεσθαι αὐ[τὸν ἐν τῶι γυ]- | |
| μνικῶι ἀγῶνι μετὰ τῶν ἄλλων εὐεργετῶν, καὶ στεφανοῦσθαι χρυσῶι σ[τε]- | |
| 20 | φάνωι· στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν Δελφοῖς ἐν τῶι ἱ[ερῶ]ι τοῦ Ἀ- |
| πόλλωνος τοῦ Πυθίου ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ἐπιγραφὴ[ν ποι]ουμέ- | |
| νους· οἱ Ἀμφικτίονες Κάλλιστον Ἐπιγένους Κνίδιον, εὐνοίας ἕνεκεν κ[αὶ] | |
| ἀρετῆς τῆς εἰς ἑατοὺς κ[αὶ] τοὺς ἄλλους Ἕλληνας, Ἀπόλλωνι Πυθίωι· ἑλέσ<θ>α̣[ι] | |
| δὲ καὶ πρεσβευτὰς οἵτιν[ε]ς ἀποίσουσιν αὐτῷ τάσδε τὰς τιμὰς κ[αὶ] παρακαλ[οῦ]- | |
| 25 | σιν αὐτὸν τὴν [αὐ]τὴν διαφυλάσσειν πρὸς πάντας τοὺς Ἕλληνας εὔνοι[αν]. |
| πρεσβευταὶ εἱρέθησαν· Ἀντιγένης καὶ Ἀγησίλαος [οἱ ․․․]ολάου, Πρωτο[γέ]- | |
| νης Πρωτάρχου, Καλλείδας Εὐξιθέου, Διόδωρος Δωροθέου. |