[ ] Phokis — Delphi — ca. 120-115 BC — FD 3:4.43
1 [ἔ]δοξε τῷ κοινῷ τῶν Ἀμφικτιόν[ων]· ἐπειδή, τινῶν ἀδικήματα συντελεσαμένων
[εἰ]ς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου, ἐπελθόντες ἐπὶ τὸ συνέδριον τῶν Ἀμφικτιόνων
[λ]όγους ἐποιήσαντο κατὰ τῶν τὰ ἀδικήματα συντελειμένων Νικάτας Ἀ[λ]κίνου, Πολίτας
[Ἀ]σάνδρου, Δαμαίνετος Θρασυκλέος, Μικκύλος Εὐδόκου, Εὔδοκος Θρασυκλέος, Ἄγων Ἀριστ[ί]-
5 [ω]νος, Φίλων Ἰατάδα, Ἁβρόμαχος Μαντία, Πολυτιμίδας καὶ Μεγάρτας οἱ Μελισσίωνος, Κλεόδαμος
[Κ]λ̣έωνος, Ἄσανδρος Διονυσίου, Δίων Πολίτα, ὑφ’ ὧν καὶ ἐπιβουλευθέντες καὶ ἐκπεσόντες ἐκ τῆ[ς]
[πατ]ρίδος, οὐκ ἀπέστησαν τοῦ τε δικαίου καὶ καλῶς ἔχοντος καὶ τῆς τοῦ ἱεροῦ προστάσεως, [κατ]α-
[φυγό]ντες δὲ καὶ ἐπὶ τὴν σύγκλητον τὴν Ῥωμαίων, καὶ οὐ προϊδόμενοι οὔτε κίνδυνον οὔτε κακοπα-
[θίαν οὔ]τε δαπάνην, ποτικαρτερήσαντες δὲ καὶ ἐν Ῥώμῃ χρόνον ἱκανόν, καὶ ἐπελθόντες̣ ἐπὶ τὴν
10 [σύγκλη]τον, ἀντιπρε[σβ]ευόντων αὐτοῖς τε {²unfinished}²
Search Help
Contact Us