[ ] Phokis — Delphi — 189 BC — FD 3:4.353
1 Σπόριος Ποστόμιος Λευκίου υἱός, στρατηγὸς Ῥωμαίων, τῶι κοινῶι τῶν Ἀμφικτιόνω[ν χαίρειν· οἱ Δελφῶν πρεσβευ]-
ταὶ Βούλων, Θρασυκλῆς, Ὀρέστας περὶ τῆς ἀσυλίας τοῦ ἱεροῦ κα[ὶ] τῆς πόλεως καὶ τῆς [χώρας διαλεχθέντες]
καὶ περὶ τῆς ἐλευθερίας καὶ ἀνεισφορ[ί]α̣ς ἠξίουν ὅπως αὐτοῖς ἐπιχωρηθῇ πα[ρὰ τοῦ δήμου τοῦ Ῥωμαίων]·
γινώσκετε οὖν δεδογμένον τῆι συγκλήτ̣ωι τό τε ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίο[υ ἄσυλον εἶναι καὶ]
5 τὴν πόλιν τῶν Δελφῶν καὶ τὴν χώραν, καὶ Δ[ελφοὺ]ς αὐτονόμους καὶ ἐλευθέρους κ̣[αὶ ἀνεισφόρους, οἰκοῦν]-
τας καὶ πολιτεύοντας αὐτοὺς καθ’ αὑ[τοὺς καὶ] κυριεύοντας τῆς τε ἱερᾶς χώρ[ας καὶ τοῦ ἱεροῦ λι]-
μένος, καθὼς πάτριον αὐτοῖς ἐξ ἀρχῆς [ἦν· ὅπως] ο̣ὖν εἰδῆ̣τε, ἔκρινον ὑμῖν γρά[ψαὶ περὶ τούτων].
Search Help
Contact Us