[ ]
Phokis — Delphi — 206/205-204/203 BC — FD 3:4.362
| 1 | [θ]εο[ί]. |
| [ἄρχ]οντος ἐν Δελφοῖς Δαμ̣[οκράτε]- | |
| [ος(?)], ἱερομναμονού<ν>των Αἰτωλ[ῶν] | |
| [․․․․]άνδρου Φόλ̣α, Κρατίνου Τριτέ[ος], | |
| 5 | [․․․․]στράτου Σκαρφέος, Ἀλεξάνδ[ρου] |
| [․․․․]ιάδα, Φιλεταίρου Μελιταιέος, Μ[ε]- | |
| [νεκρ]ά̣τεος Λεπαδαίου, Ἀνδρονίκου Κ[υ]- | |
| [τινιέο]ς, Λυκέα Ῥαδανίου, Νικιάδα Κυφα[ι]- | |
| [ρέος, Ἀρ]χεδάμου Προσχείου, Φαλαίκου | |
| 10 | [․4-5․]ά̣ου, Ἀριστοδάμου Πρώννου· Λυ- |
| [․4-5․]ου, Ἡρία Δελφῶν· Εἰρανίωνος | |
| [Ἀθ]αναίου· Ἀλθαίου Χίου· Ἀπολλοδώρου | |
| [Τ]αναγραίου· ἔδοξεν τοῖς Ἀμφικτύοσι· | |
| [ἐ]πειδὴ Φίλιστος Μοσχίωνος Κῶιος, | |
| 15 | [ἰατ]ρεύων ἐν Δελφοῖς, τὰς χρείας πα- |
| [ρέ]χεται κατὰ τὰν τέχναν ἀπροφασί- | |
| στως, ἐκτενῶς πᾶσι τοῖς παραγινο- | |
| μένοις ποτὶ τὸν θεόν, ἀξίως τᾶς τῶν | |
| Κώιων πόλιος, τάν τε λοιπὰν ἀναστροφὰ- | |
| 20 | ν καλ{λ}ῶς {²⁶καλῶς}²⁶ καὶ ἐνδόξως ποιεῖται, ἐπαινέ- |
| σαι τε οὖν αὐτὸν καὶ στεφανῶσαι χρυ- | |
| σῶι στεφάνωι καὶ ἀναγορεῦσαι ἐν | |
| τῶι γυμνικῶι <ἀγῶνι> τῶν Σωτηρίων· δεδό- | |
| σθαι δὲ αὐτῶι καὶ προδικίαν· εἶμεν δὲ καὶ | |
| 25 | ἀσφάλειαν <αὐ>τῶι καὶ πολέμου καὶ εἰράνας· |
| ἀναγράψαι δὲ τὰ δεδογμένα ἐν στά- | |
| λαν λιθίναν καὶ ἀναθέμεν ἐν τῶι ἱερῶι | |
| τοῦ Ἀπόλλωνος τοῦ Πυθίου· δόμεν [δ]ὲ | |
| [κ]αὶ τοῖς τὰ Πύθια ἐπαγγελλόντοις τᾶι | |
| 30 | τῶν Κώιων πόλει τοῦ ψαφίσματος τὸ ἀ[ν]- |
| τίγραφον ὅπως ἀναγορευθῇ ὁ στέφανος | |
| τοῖς Διονυσίοις τοῖς ἐν Κῶι καὶ τοῖς | |
| [Ἀ]σκλαπιείοις· ἀναθέμεν δὲ καὶ στάλ[αν] | |
| [ἐ]ν τῶι ἰερῶι τοῦ Ἀσκλαπιοῦ. |