[ ] Phokis — Delphi — 279/9-278/7 BC — FD 3:2.68, ll.61-94
1 δόγμα ἀρχαῖον Ἀμφικτιό-
νων. ἐπὶ Ἱέρωνος ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἐαρινᾶς,
ἱερομναμονούντων Θεσσαλῶν Ἱπποδάμα, Λέοντος· Αἰ-
τωλῶν Λυκέα, Δωριμάχου· Βοιωτῶν Ἀσώπωνος· Διονυσί-
5 δου· Φωκέων Εὐφρέα, Χαρέα· {²vac.}² ἔδοξεν τοῖς Ἀμφικτ[ί]-
οσιν καὶ τοῖς ἱερομνάμοσιν καὶ τοῖς ἀγορατροῖς, ὅπω[ς]
ἦι εἰς πάντα χρόνον ἀσυλία καὶ ἀτέλεια τοῖς τεχνί-
ταις τοῖς ἐν Ἀθήναις, καὶ μὴ ἦι ἀγώγιμος μηθεὶς μηθαμό-
θεν, μήτε πολέμου μήτε εἰράνας, μήτε τὰ χρήματα αὐ-
10 τῶν, ἀλλ’ ἦι αὐτοῖς ἀτέλεια καὶ ἀσφάλεια εἰς πάντα χρό-
[ν]ον ἡ συνκεχωρημένη ὑπὸ πάντων τῶν Ἑλλάνων βεβαία, εἶ-
[ν]αι δὲ τοὺς τεχνίτας ἀτελεῖς στρατείας πεζικᾶς καὶ ναυτι-
[κ]ᾶς, καὶ εἰσφορᾶς πάσας, ὅπως τοῖς θεοῖς αἱ τιμαὶ καὶ αἱ θυ-
[σίαι], ἐφ’ ἅς εἰσι τεταγμένοι οἱ τεχνῖται, συντελῶνται ἐν τοῖς
15 [καθήκουσιν χρόνοις, ὄντων αὐτῶν ἀπολυπραγ]-
[μονήτων καὶ] ἱερῶ̣[ν π]ρὸς ταῖς [τῶν θεῶν λειτουργί]-
[αις· μὴ ἐξέσ]τω δὲ μηδενὶ ἄγειν τὸν τε̣[χνίταν, μήτε πο]-
[λέμου μήτ]ε εἰρήνας, μηδὲ συλᾶν, εἴ κα [μὴ χρέος ἔχων]
[πόλει ἦι] ὑπόχρεος, καὶ ἐὰν ἰδίου ἦι συν[βολαίου ὑπόχρεος]
20 [ὁ τεχν]ί̣τας· {²vac.}² ἐὰν δέ τις παρὰ ταῦτα ποι[ι, ὑπόδικος ἔστω]
[ἐν] Ἀμφικτίοσι, αὐτός τε καὶ ἁ πόλις ἐν ἇι ἂν τὸ ἀδ̣[ίκημα κα]-
[τ]ὰ τοῦ τεχνίτα συντελεσθῆι· εἶμεν δὲ τὰν ἀτέλειαν̣ [καὶ τὰν ἀ]-
[σ]φάλειαν τὰν δεδομέναν ὑπὸ Ἀμφικτιόνων τοῖς ἐν [Ἀθήναις]
[τ]εχνίταις εἰς τὸν ἀεὶ χρόνον, οὖσιν ἀπολυπραγμον[ήτοις]·
25 τοὺς δὲ γραμματεῖς ἀναγράψαι τὸ δόγμα εἰς στήλαν [λιθί]-
ναν, καὶ στῆσαι ἐν Δελφοῖς· πέμψαι δὲ καὶ ποτὶ Ἀθηναίο[υς]
τοῦ δόγματος τοῦδε ἀντίγραφον ἐσφραγιζμένον, ἵνα εἰδῶ-
σιν οἱ τεχνῖται ὅτι οἱ Ἀμφικτίονες πλείσταν ἔχοντι πρόνοια[ν]
ὑπὲρ τᾶς πρὸς τοὺς θεοὺς εὐσεβείας, καὶ κατακολουθήκα[ν]-
30 τι τοῖς παρκαλουμένοις ὑπὸ τῶν τεχνιτᾶν, πειράσοντα[ι]
δὲ καὶ εἰς τὸ λοιπὸν ταῦτά τε φυλάσσειν εἰς τὸν ἅπα[ντα]
χρόνον, καὶ ἄλλο ὅτι ἂν ἔχωντι ἀγαθὸν προσαύξ[ειν ὑπὲρ]
τῶν περὶ τὸν Διόνυσον τεχνιτᾶν. πρέσσβε[ις· Ἀστυδάμας]
[π]οιητὴς τραγωιδιῶν, Νεοπτόλεμος τ[ραγωιδός].
Search Help
Contact Us