[ ]
Phokis — Delphi — 279/9-278/7 BC — FD 3:2.68, ll.61-94
| 1 | δόγμα ἀρχαῖον Ἀμφικτιό- |
| νων. ἐπὶ Ἱέρωνος ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἐαρινᾶς, | |
| ἱερομναμονούντων Θεσσαλῶν Ἱπποδάμα, Λέοντος· Αἰ- | |
| τωλῶν Λυκέα, Δωριμάχου· Βοιωτῶν Ἀσώπωνος· Διονυσί- | |
| 5 | δου· Φωκέων Εὐφρέα, Χαρέα· {²vac.}² ἔδοξεν τοῖς Ἀμφικτ[ί]- |
| οσιν καὶ τοῖς ἱερομνάμοσιν καὶ τοῖς ἀγορατροῖς, ὅπω[ς] | |
| ἦι εἰς πάντα χρόνον ἀσυλία καὶ ἀτέλεια τοῖς τεχνί- | |
| ταις τοῖς ἐν Ἀθήναις, καὶ μὴ ἦι ἀγώγιμος μηθεὶς μηθαμό- | |
| θεν, μήτε πολέμου μήτε εἰράνας, μήτε τὰ χρήματα αὐ- | |
| 10 | τῶν, ἀλλ’ ἦι αὐτοῖς ἀτέλεια καὶ ἀσφάλεια εἰς πάντα χρό- |
| [ν]ον ἡ συνκεχωρημένη ὑπὸ πάντων τῶν Ἑλλάνων βεβαία, εἶ- | |
| [ν]αι δὲ τοὺς τεχνίτας ἀτελεῖς στρατείας πεζικᾶς καὶ ναυτι- | |
| [κ]ᾶς, καὶ εἰσφορᾶς πάσας, ὅπως τοῖς θεοῖς αἱ τιμαὶ καὶ αἱ θυ- | |
| [σίαι], ἐφ’ ἅς εἰσι τεταγμένοι οἱ τεχνῖται, συντελῶνται ἐν τοῖς | |
| 15 | [καθήκουσιν χρόνοις, ὄντων αὐτῶν ἀπολυπραγ]- |
| [μονήτων καὶ] ἱερῶ̣[ν π]ρὸς ταῖς [τῶν θεῶν λειτουργί]- | |
| [αις· μὴ ἐξέσ]τω δὲ μηδενὶ ἄγειν τὸν τε̣[χνίταν, μήτε πο]- | |
| [λέμου μήτ]ε εἰρήνας, μηδὲ συλᾶν, εἴ κα [μὴ χρέος ἔχων] | |
| [πόλει ἦι] ὑπόχρεος, καὶ ἐὰν ἰδίου ἦι συν[βολαίου ὑπόχρεος] | |
| 20 | [ὁ τεχν]ί̣τας· {²vac.}² ἐὰν δέ τις παρὰ ταῦτα ποιῆ[ι, ὑπόδικος ἔστω] |
| [ἐν] Ἀμφικτίοσι, αὐτός τε καὶ ἁ πόλις ἐν ἇι ἂν τὸ ἀδ̣[ίκημα κα]- | |
| [τ]ὰ τοῦ τεχνίτα συντελεσθῆι· εἶμεν δὲ τὰν ἀτέλειαν̣ [καὶ τὰν ἀ]- | |
| [σ]φάλειαν τὰν δεδομέναν ὑπὸ Ἀμφικτιόνων τοῖς ἐν [Ἀθήναις] | |
| [τ]εχνίταις εἰς τὸν ἀεὶ χρόνον, οὖσιν ἀπολυπραγμον[ήτοις]· | |
| 25 | τοὺς δὲ γραμματεῖς ἀναγράψαι τὸ δόγμα εἰς στήλαν [λιθί]- |
| ναν, καὶ στῆσαι ἐν Δελφοῖς· πέμψαι δὲ καὶ ποτὶ Ἀθηναίο[υς] | |
| τοῦ δόγματος τοῦδε ἀντίγραφον ἐσφραγιζμένον, ἵνα εἰδῶ- | |
| σιν οἱ τεχνῖται ὅτι οἱ Ἀμφικτίονες πλείσταν ἔχοντι πρόνοια[ν] | |
| ὑπὲρ τᾶς πρὸς τοὺς θεοὺς εὐσεβείας, καὶ κατακολουθήκα[ν]- | |
| 30 | τι τοῖς παρκαλουμένοις ὑπὸ τῶν τεχνιτᾶν, πειράσοντα[ι] |
| δὲ καὶ εἰς τὸ λοιπὸν ταῦτά τε φυλάσσειν εἰς τὸν ἅπα[ντα] | |
| χρόνον, καὶ ἄλλο ὅτι ἂν ἔχωντι ἀγαθὸν προσαύξ[ειν ὑπὲρ] | |
| τῶν περὶ τὸν Διόνυσον τεχνιτᾶν. πρέσσβε[ις· Ἀστυδάμας] | |
| [π]οιητὴς τραγωιδιῶν, Νεοπτόλεμος τ[ραγωιδός]. |