[ ]
Caria — Didyma — 346/5 BC? — SIG(3) 224
| 1 | ἔδοξε τοῖς Ἀμφικτύοσιν· ἐπει- |
| [δ]ὴ Μεγαλοπολῖται καὶ Μεσσήνιοι ἠξίωσαν εὐ̣[ε]ρ- | |
| [γέτ]αι [τ]οῦ θεοῦ καὶ τῶν Ἀμφικτυ[ό]νων ἀναγραφῆνα[ι] καὶ | |
| [εἶ]ν̣αι Ἀμφικτύονες, ἀποκρίνασθαι αὐτοῖς | |
| 5 | [ὅτι] περὶ μὲν τῆς Ἀμφικτυονείας ἐπανενεγ- |
| [κόντες] εἰς τὰς πόλεις ἕκαστοι βουλεύσονται καὶ εἰ[ς] | |
| [τὴν] ἐ̣[ρ]χομένην πυλαίαν ἀποκρινοῦνται [αὐτ]οῖς | |
| ὑπὲρ τούτων· εὐεργέτας δὲ τοῦ θεοῦ καὶ [τ]ῶν Ἀμ- | |
| φικτυόνων δεδόχθαι αὐτοὺς <εἶναι>· ἀποκρίνασθαι δὲ | |
| 10 | [καὶ ․․․․]οις ὅτι δ[ο]κεῖ τοῖς Ἀμφικτύοσιν ἀ- |
| [ναγραφῆ]ναι αὐτοὺς εὐε[ργ]έτας τοῦ θεοῦ καὶ [τ]ῶν | |
| [Ἀμφικ]τυόνων καθάπερ [αἰτ]οῦνται. |