[ ]
Mys. — Pergamon: Asklepieion — 46-44 BC
1 | ἀγαθῆι τύχηι. |
ἐπίκριμα περὶ τῆς ἀσυλίας. | |
[Πό]πλιος Σεροίλιος Ποπλίου υἱὸς Ἰσαυρικὸς ἀνθύπατος | |
ἄ̣ρχουσι βουλῇ δήμωι v Περγαμηνῶν v χαίρειν. | |
5 | Κλεῖτος Τείμωνος πρύτανις, Ἀσκληπιάδης Μάτρω- |
νος ἱερεύς, Μοιροφάνης Μητροδώρου, Μενέμαχος | |
Ξενοκλέους, Ἡρώδης Ἡρώδου, Νέων Μελεάγρου, | |
Ἀπολλοφάνης Ὀρέστου ἄρχοντες, Περσεὺς Περσέως | |
τοῦ Δίωνος γραμματεὺς δήμου, Κρίτων Μηνοδώρου | |
10 | γυμνασίαρχος, ὁμοίως τε πρεσβευταὶ ὑμέτεροι, ἄν- |
δρες ἀγαθοί, ἐμοὶ προσῆλθον ὑπὲρ τῶν τοῦ Ἀσκλη- | |
πιοῦ ἱερῶν νόμων ἀσυλίας τε. ἥτις ὑμεῖν ἀντίστα- | |
σις ὑπὲρ τῶν τοῦ ἱεροῦ δικαίων πρὸς Μάρκον Φάννιον | |
Νεμερίου υἱὸν Τηρητείνᾳ ὑπῆρχεν· ὑπὲρ τούτου [τοῦ] | |
15 | πράγματος τῆς ὑποθέσεω[ς ἐκ ἀντικαταστάσεως ὑφ’ ἑ]- |
κατέρων ῥηθείσης Γ[․․․․c.13․․․․․ ἐπέκρινα· περὶ] | |
ὧν Μάρκος Φά[ννιος Νεμερίου υἱὸς Τηρητείνᾳ ἐνε]- | |
φάνισεν [— — — —] | |
ΟΝΓ[— — —] |