[ ] Mys. — Pergamon: Asklepieion — 46-44 BC
1              ἀγαθῆι τύχηι.
       ἐπίκριμα περὶ τῆς ἀσυλίας.
[Πό]πλιος Σεροίλιος Ποπλίου υἱὸς Ἰσαυρικὸς ἀνθύπατος
ἄ̣ρχουσι βουλῇ δήμωι v Περγαμηνῶν v χαίρειν.
5 Κλεῖτος Τείμωνος πρύτανις, Ἀσκληπιάδης Μάτρω-
νος ἱερεύς, Μοιροφάνης Μητροδώρου, Μενέμαχος
Ξενοκλέους, Ἡρώδης Ἡρώδου, Νέων Μελεάγρου,
Ἀπολλοφάνης Ὀρέστου ἄρχοντες, Περσεὺς Περσέως
τοῦ Δίωνος γραμματεὺς δήμου, Κρίτων Μηνοδώρου
10 γυμνασίαρχος, ὁμοίως τε πρεσβευταὶ ὑμέτεροι, ἄν-
δρες ἀγαθοί, ἐμοὶ προσῆλθον ὑπὲρ τῶν τοῦ Ἀσκλη-
πιοῦ ἱερῶν νόμων ἀσυλίας τε. ἥτις ὑμεῖν ἀντίστα-
σις ὑπὲρ τῶν τοῦ ἱεροῦ δικαίων πρὸς Μάρκον Φάννιον
Νεμερίου υἱὸν Τηρητείνᾳ ὑπῆρχεν· ὑπὲρ τούτου [τοῦ]
15 πράγματος τῆς ὑποθέσεω[ς ἐκ ἀντικαταστάσεως ὑφ’ ἑ]-
κατέρων ῥηθείσης Γ[․․․․c.13․․․․․ ἐπέκρινα· περὶ]
ὧν Μάρκος Φά[ννιος Νεμερίου υἱὸς Τηρητείνᾳ ἐνε]-
φάνισεν [— — — —]
ΟΝΓ[— — —]
Search Help
Contact Us