[ ]
Mys. — Pergamon — 133 BC or shortly after — OGIS 338, IGR 4.289
| 1 | ἐπὶ ἱερέως Μενεστρά[του] τ̣οῦ Ἀπολλοδώρου, |
| μηνὸς Εὐμενείου ἐννε[ακαιδε]κάτηι· ἔδοξεν τῶ[ι] | |
| δήμωι, γνώμη στρατηγῶ̣[ν· ἐπε]ὶ βασιλεὺς Ἄτταλος | |
| φιλομήτωρ καὶ εὐεργέτη[ς μεθισ]τάμενος ἐξ ἀν- | |
| 5 | θρώπων ἀπολέλοιπεν τὴμ̣ [πατρ]ίδα ἡμῶν ἐλευθέραμ̣, |
| προσορίσας αὐτῆι καὶ πολεμ̣[ία]γ̣ χώραν, ἣν ἔκριν[εν <δεῖν ἰσονομεῖσθαι(?)>], | |
| δεῖ δὲ ἐπικυρωθῆναι τὴν διαθήκ̣[η]ν̣ ὑπὸ Ῥωμαίων, [ἐπιτήδει]- | |
| όν τέ ἐστιν ἕνεκα τῆς κοινῆς ἀσ[φ]αλείας καὶ τὰ̣ [ὑποτετα]- | |
| γμένα γένη μετέχειν τῆς πολιτεί[α]ς διὰ τὸ ἅπα[σαν εὔ]- | |
| 10 | νοιαμ προσενηνέχθαι πρὸς τὸν δῆμ̣[ο]ν· ἀγαθῆ[ι τύχηι δεδό]- |
| χθαι τῶι δήμωι δεδόσθαι πολιτείαν [τ]οῖς ὑπογ̣[εγραμμέ]- | |
| νοις· τοῖς ἀναφερομένοις ἐν ταῖς τῶ[ν] παροί[κων ἀπο]- | |
| γραφαῖς καὶ τῶν στρατιωτῶν τοῖς κατ̣ο̣ικοῦσι̣ν [τὴμ πό]- | |
| λιγ καὶ τὴγ χώραν, ὁμοίως δὲ καὶ Μακεδόσ̣ι̣ν καὶ Μυσ̣[οῖς] | |
| 15 | καὶ τοῖς ἀναφερομένοις ἐν τῶι φρουρίωι καὶ [τῆι πόλει τῆι] |
| ἀρχαίαι κατοίκοις καὶ Μασδυηνοῖς κα̣[ὶ — — —] | |
| καὶ παραφυλακίταις καὶ τοῖς ἄλλοις ἐ[μφρού]- | |
| ροις τοῖς κατοικοῦσιν ἢ ἐνεκτημένοις ἐν τῆ̣[ι πόλει] | |
| ἢ τῆι χώραι, ὁμοίως δὲ καὶ γυναιξὶγ καὶ παισ[ίν]. | |
| 20 | εἰς δὲ τοὺς παροίκους μετατεθῆναι τοὺς ἐκ τ̣[ῶν] |
| ἐξελευθέρων καὶ βασιλικοὺς τούς τε ἐν ἡλικ<ί>α[ι] | |
| καὶ τοὺς νεωτέρους, κατὰ τὰ αὐτὰ δὲ καὶ τὰς γυνα[ῖ]- | |
| κας πλὴν τῶν ἠγορασμένων ἐπὶ τοῦ φιλαδέλφου | |
| καὶ φιλομήτορος βασιλέων καὶ τῶν ἀνειλημμένω[ν] | |
| 25 | ἐκ τῶν οὐσιῶν τῶγ γεγενημένωμ βασιλικῶν, κατὰ τα[ὐ]- |
| τὰ δὲ καὶ τοὺς δημοσίους. ὅσοι δὲ̣ τῶν κατοικούν- | |
| των ἢ ὅσαι ἐγλελοίπασιν ὑπὸ τὸν καιρ̣ὸν τῆς <τελευτῆς> τοῦ βασιλέω̣ς̣ | |
| ἢ ἐγλίπωσιν τὴμ πόλιν ἢ τὴγ χώραν, εἶναι αὐτοὺς κα[ὶ] | |
| αὐτὰς ἀτίμους τε καὶ τὰ ἑκατέρων ὑπάρχοντα τῆς | |
| 30 | πόλεως. |
| τετράδι ἀπιόντος· | |
| [ἔδ]οξεν τῶι δήμωι, γνώμη στρατηγῶν· ἐπ̣εὶ ἐ̣ν̣ [τῶι γε]- | |
| [νομέν]ω̣ι ψηφίσματι περ[ὶ] τοῦ δοθῆναι πολιτεία̣ν̣ τ̣[οῖς] | |
| [ἀναφερομένοις] ἐ̣ν ταῖς τῶμ̣ παρο̣ίκων ἀπογραφαῖς [καὶ] | |
| 35 | [τοῖς λοιποῖς γένεσιν] τ̣οῖς δηλουμένοις ἐν τῶι ψηφί̣σ[μα]- |
| [τι καὶ περὶ τοῦ μετατεθῆναι εἰς τοὺ]ς̣ παροίκους τοὺς [ἐκ] | |
| [τῶν ἐξελευθέρων καὶ βασιλικοὺς κ]α̣ὶ δ̣ημοσίους [—] |