[ ]
Mys. — Pergamon — 190 BC or shortly after
| 1 | Ἄ̣ττ[αλ]ον βασιλέως Ἀ̣[ττ]άλου, |
| ἀρετῆς καὶ ἀνδραγ̣αθίας ἕνεκεν | |
| καὶ τῆς εἰς ἑαυτοὺς εὐνοίας, | |
| Ἀχαιῶν οἱ διαβάντες κατὰ συμμαχίαν | |
| 5 | πρὸς βασιλέα Εὐμένη τὸν ἀδελφὸν αὐτοῦ |
| ἐν τῶι συστάντι πρὸς Ἀντίοχον πολέμωι | |
| καὶ συναγωνισάμενοι τὴν ἐν Λυδίαι | |
| παρὰ τὸν Φρύγιον ποταμὸν μάχην | |
| Ἀθηνᾶι Νικηφόρωι. |