Honorific decree for Bukines, son of Kephalon, of Kierion. Large block of bluish marble.
[ ] Thessalia (Magnesia) — Demetrias — ca. 150 BC — AD 32 B1 (1977) 132
1 [ἱ]ερέως {²⁷[ἐφ’ ἱ]ερέως(?) (Pleket)}²⁷ Με̣νά[ν]δ̣ρ̣ου̣ [τοῦ Ἀμ]ύ̣ν̣τ̣ο̣υ̣, μ[ηνὸς ․․․․․․] Εὐχειρίδης Σιμί[ο]υ, Σ̣ωκ̣ρά[της]
Λύσωνος Δημητριεῖς οἱ νομοφύλακες [εἶπαν· ἐπεὶ Βυ]κίνης Κεφά[λ]ω̣ν[ο]ς̣ Κ̣ιεριεὺ̣[ς]
[ἀ]νὴρ καλὸς καὶ ἀγαθὸς εὐνόως διακείμεν̣[ος ἀεὶ πρὸς τ]ὴν πόλιν ἡμῶν κατὰ κοινόν τ̣[ε]
[κ]αὶ ἰδίαι φανερὰς ἀποδείξεις ποιούμενος τῆς ἑα̣[υτοῦ] καλοκἀγαθίας ἐμ πολλοῖς χρή-
5 σιμος γινόμενος ἀεὶ τοῖς ἐντυνχάνουσιν πρόθυμον αὑτὸν παρέχεται σπουδῆς κα[ὶ]
φιλοτιμίας οὐθὲν ἐνλείπων, δίκαιον δ̣έ̣ ἐστιν καὶ καλῶς ἔχον τοὺς το̣ι̣[ο]ύτους τῶν
[ἀνδρ]ῶ̣ν τιμᾶν ταῖς καθηκούσα̣ις τιμαῖς καὶ μὴ λείπεσθαι ἐν χάριτος ἀποδόσει, ἵνα καὶ
ἕτεροι θεωροῦντες τὴν γινομένην ἐπίγν<ω>σιν κατὰ κοινὸν ὑπὲρ τῶν καλῶν καὶ ἀγα-
θῶν ἀνδρῶν ἐπὶ τὸ εὐεργετεῖν τὴν πόλιν ἡμῶν παρορμῶσιν, ὅ τε δῆμος ὁ τῶν Δημη-
10 [τριέων — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us