Honorary decree of the Peparethians for judges from Larisa. White
marble stele.
[ ]
Thessalia (Pelasgiotis) — Larisa — 2nd c. BC — SEG 26.677, ll. 8-9; 13; 17-51 — ABSA 92 (1997) 349-354 (C. Crowther)
See also:
SEG 26.677, ll. 8-9 (C. Crowther): | |
7 | ... ὑπαρ- |
[χ]όντων δι’ ὧν ἕ[κ]αστος τὰ ἑαυτοῦ ․․․․․․․․ΑΝ̣․․ΕΩΣ̣ ἐ̣ν- | |
[α]γήγοχε̣ν̣(?), ἐψηφίσατο μεταπέμψασ[θ]αι [δ]ικαστήριον [ὑπὲρ] | |
SEG 26.677, l. 13 (C. Crowther): | |
13 | ψήφισμά τε καὶ πρεσβευ[τὴ]ν Τιμοκράτην Χρέμητος, ἄν- |
δρα ... | |
SEG 26.677, ll. 17-51 (C. Crowther): | |
17 | [ὁ] Λ[α]ρ[ι]σαίων ἀκούσας τὰ ὑπὸ τοῦ πρεσβευτοῦ παρακαλού- |
[μ]εν[α], πρὸ παντὸς [δὲ] θέμενος τὸ καλῶς ἔχον καὶ τὴν ἡ- | |
[με]τέραν συνγένειάν τε καὶ φιλίαν προτιμήσας, τόν τε | |
20 | [πρ]εσβευτὴν ἀπεδέξατο φιλοφρόνως καὶ ἐξαπέστει- |
[λε]ν δικαστὰς τῶν ἐν τιμ[ῇ] καὶ δόξῃ καθεστώτων Πάνδο- | |
[κ]ον Ἀλκότα, Διογένην [Δ]ημητρίου, καὶ γραμματέα Ἡρα- | |
[κ]λείδην Σωτίωνος ἄνδρας καλοὺς καὶ ἀγαθοὺς τῶν τι- | |
[μωμένων παρ’ αὐτοῖς κ]αὶ πιστευομένων, ἀξίους τῆς τε | |
25 | [ἑ]α[υτῶ]ν πατρί[δος καὶ τῆ]ς ἡμετέρας πόλεως, οἵτινες παρα- |
[γ]ενόμ[ε]νο[ι καὶ περὶ πλ]είστου ποιησάμενοι τήν τε πρὸς τοὺς | |
[․․․․․c.14․․․․․ κ]αὶ τὴν τῶν ἡμετέρων νόμων τήρησιν | |
․․․Υ̣ΛΑ̣․․․c.10․․․Ε̣․Ο․ τὸ δίκαιον, ἀδωροδοκήτους | |
[ἅπασιν ἑαυ]τοὺς παρεχόμενοι τοῖς εἰς τὸ δικαστήριον εἰσ- | |
30 | [αγομέν]οις δ̣ι̣ὰ̣ τὴν ἑαυτῶν ἀρετὴν καὶ τὴν ἐν τούτοις |
[δικαιοσύνην(?), οὔτε πόνον οὔτε κ]ακοπάθιαν ἐκκλίνοντες, ἐκτε- | |
[νῶς καὶ δικαίως τῇ δικαστείᾳ προσ]καρτεροῦντες, ἕνε- | |
[κεν τοῦ συλλυθέντων πάντων] τῶν ἐχόντων τὰ ἐνκλήματα | |
[πρὸς ἑαυτοὺς ἐκ τῆς] προυπαρχούσης διαφορᾶς εἰς ὁμόνοι- | |
35 | [αν τὴν πόλιν ἀποκαταστῆ]σαι· καὶ περὶ ὧν ἔδει διαλαβεῖν αὐ- |
[τοὺς ἐνκλημάτων, περί] τε τῶν δανείων καὶ τῶν ἄλλων πάντων, | |
[διέλαβον(?) ἐ]πί τε [τῷ συν]φέροντι κα<ὶ> τὸ βέλτιστον πρὸ ὀφθαλ- | |
[μῶν ποιοῦμενοι τοῖς] Πεπ[αρ]ηθίοις κατὰ κοινὸν τυχικῆι | |
[․․․․․․․․· τοῖς δὲ] πάντως ἐπι[δ]ευομένοις κρίσεως ἐδίκα- | |
40 | [σαν τὰς δίκας] ὀρθῶς καὶ δικαίως κατὰ τοὺς νόμους, τήν τε |
[παρεπιδημίαν πε]ποίηνται παρ’ ἡμῖν μετὰ πάσης εὐταξίας | |
[καὶ εὐσχημοσύνης ἀξία]ν τῶ[ν] τε ἀποστειλάντων αὐτούς, ἀξί- | |
[αν δὲ καὶ τῆς ἡμετέρας πό]λεως· ὅπως οὖν καὶ ὁ ἡμέτερος δῆ- | |
[μος λειπόμενος φαίνηται ἐν] χάρι̣τος ἀποδόσει, τιμῶν δὲ τοὺς κα- | |
45 | [λοὺς κἀγαθοὺς ἄνδρας τ]α[ῖς] ἀ[ξ]ία̣ι̣ς τιμαῖς· ἐπ’ ἀγαθῇ τύχῃ καὶ σω- |
[τηρίᾳ καὶ ὑγιείᾳ τῆς πόλεως], δεδόχθαι τῆι βουλῇ καὶ τῷ δήμῳ | |
[τῶν Πεπαρηθίων· ἐπαινέσ]α̣[ι μ]ὲν τὸν δῆμον τὸν Λαρισαίων ἐπὶ τῇ | |
[προυπαρχούσῃ πρὸς τὸν ἡμ]έτερον δῆμον εὐνοίᾳ καὶ ἐπὶ τῷ | |
[πέμψαι δικαστὰς καὶ γραμ]ματέ̣α ἄνδρας καλοὺς καὶ ἀγαθοὺς ἀ- | |
50 | [ξίους ἀμφοτέρων τῶν πόλεων] καὶ τῆς ἐπ’ ἀγαθῷ μνήμης ἐπιτη- |
[δείους ὄντας, καὶ στεφαν]ῶσαι αὐτὸν στεφάνῳ χρυσῷ καὶ εἰ- | |
[κόνι χαλκῇ] ... |