Honorary decree of the Peparethians for judges from Larisa. White marble stele.
[ ] Thessalia (Pelasgiotis) — Larisa — 2nd c. BC — SEG 26.677, ll. 8-9; 13; 17-51 — ABSA 92 (1997) 349-354 (C. Crowther)
See also:
SEG 26.677, ll. 8-9 (C. Crowther):
7                                                                         ... ὑπαρ-
[χ]όντων δι’ ὧν ἕ[κ]αστος τὰ ἑαυτοῦ ․․․․․․․․ΑΝ̣․․ΕΩΣ̣ ἐ̣ν-
[α]γήγοχε̣ν̣(?), ἐψηφίσατο μεταπέμψασ[θ]αι [δ]ικαστήριον [ὑπὲρ]
SEG 26.677, l. 13 (C. Crowther):
13 ψήφισμά τε καὶ πρεσβευ[τὴ]ν Τιμοκράτην Χρέμητος, ἄν-
δρα ...
SEG 26.677, ll. 17-51 (C. Crowther):
17 [ὁ] Λ[α]ρ[ι]σαίων ἀκούσας τὰ ὑπὸ τοῦ πρεσβευτοῦ παρακαλού-
[μ]εν[α], πρὸ παντὸς [δὲ] θέμενος τὸ καλῶς ἔχον καὶ τὴν ἡ-
[με]τέραν συνγένειάν τε καὶ φιλίαν προτιμήσας, τόν τε
20 [πρ]εσβευτὴν ἀπεδέξατο φιλοφρόνως καὶ ἐξαπέστει-
[λε]ν δικαστὰς τῶν ἐν τιμ[ῇ] καὶ δόξῃ καθεστώτων Πάνδο-
[κ]ον Ἀλκότα, Διογένην [Δ]ημητρίου, καὶ γραμματέα Ἡρα-
[κ]λείδην Σωτίωνος ἄνδρας καλοὺς καὶ ἀγαθοὺς τῶν τι-
[μωμένων παρ’ αὐτοῖς κ]αὶ πιστευομένων, ἀξίους τῆς τε
25 [ἑ]α[υτῶ]ν πατρί[δος καὶ τῆ]ς ἡμετέρας πόλεως, οἵτινες παρα-
[γ]ενόμ[ε]νο[ι καὶ περὶ πλ]είστου ποιησάμενοι τήν τε πρὸς τοὺς
[․․․․․c.14․․․․․ κ]αὶ τὴν τῶν ἡμετέρων νόμων τήρησιν
․․․Υ̣ΛΑ̣․․․c.10․․․Ε̣․Ο․ τὸ δίκαιον, ἀδωροδοκήτους
[ἅπασιν ἑαυ]τοὺς παρεχόμενοι τοῖς εἰς τὸ δικαστήριον εἰσ-
30 [αγομέν]οις δ̣ι̣ὰ̣ τὴν ἑαυτῶν ἀρετὴν καὶ τὴν ἐν τούτοις
[δικαιοσύνην(?), οὔτε πόνον οὔτε κ]ακοπάθιαν ἐκκλίνοντες, ἐκτε-
[νῶς καὶ δικαίως τῇ δικαστείᾳ προσ]καρτεροῦντες, ἕνε-
[κεν τοῦ συλλυθέντων πάντων] τῶν ἐχόντων τὰ ἐνκλήματα
[πρὸς ἑαυτοὺς ἐκ τῆς] προυπαρχούσης διαφορᾶς εἰς ὁμόνοι-
35 [αν τὴν πόλιν ἀποκαταστῆ]σαι· καὶ περὶ ὧν ἔδει διαλαβεῖν αὐ-
[τοὺς ἐνκλημάτων, περί] τε τῶν δανείων καὶ τῶν ἄλλων πάντων,
[διέλαβον(?) ἐ]πί τε [τῷ συν]φέροντι κα<ὶ> τὸ βέλτιστον πρὸ ὀφθαλ-
[μῶν ποιοῦμενοι τοῖς] Πεπ[αρ]ηθίοις κατὰ κοινὸν τυχικῆι
[․․․․․․․․· τοῖς δὲ] πάντως ἐπι[δ]ευομένοις κρίσεως ἐδίκα-
40 [σαν τὰς δίκας] ὀρθῶς καὶ δικαίως κατὰ τοὺς νόμους, τήν τε
[παρεπιδημίαν πε]ποίηνται παρ’ ἡμῖν μετὰ πάσης εὐταξίας
[καὶ εὐσχημοσύνης ἀξία]ν τῶ[ν] τε ἀποστειλάντων αὐτούς, ἀξί-
[αν δὲ καὶ τῆς ἡμετέρας πό]λεως· ὅπως οὖν καὶ ὁ ἡμέτερος δῆ-
[μος λειπόμενος φαίνηται ἐν] χάρι̣τος ἀποδόσει, τιμῶν δὲ τοὺς κα-
45 [λοὺς κἀγαθοὺς ἄνδρας τ]α[ῖς][ξ]ία̣ι̣ς τιμαῖς· ἐπ’ ἀγαθῇ τύχῃ καὶ σω-
[τηρίᾳ καὶ ὑγιείᾳ τῆς πόλεως], δεδόχθαι τῆι βουλῇ καὶ τῷ δήμῳ
[τῶν Πεπαρηθίων· ἐπαινέσ]α̣[ι μ]ὲν τὸν δῆμον τὸν Λαρισαίων ἐπὶ τῇ
[προυπαρχούσῃ πρὸς τὸν ἡμ]έτερον δῆμον εὐνοίᾳ καὶ ἐπὶ τῷ
[πέμψαι δικαστὰς καὶ γραμ]ματέ̣α ἄνδρας καλοὺς καὶ ἀγαθοὺς ἀ-
50 [ξίους ἀμφοτέρων τῶν πόλεων] καὶ τῆς ἐπ’ ἀγαθῷ μνήμης ἐπιτη-
[δείους ὄντας, καὶ στεφαν]ῶσαι αὐτὸν στεφάνῳ χρυσῷ καὶ εἰ-
[κόνι χαλκῇ] ...
Search Help
Contact Us