Honorary decree of the Magnesians for Demetrios, son of Orestes, of
Demetrias. Marble stele.
[ ]
Thess. (Magnesia) — Demetrias [Magn. League] — ca. 150-100 BC — AD 16 B (1960) 174 — Thessalika 3 (1960) 79, 1 — BE (1976) 344 (cf.)
| 1 | Μάγνητες Δημήτριον Ὀρέστου Δημητριῆ |
| τὸν γραμματέα τῶν συνέδρων ἀρετῆς ἕνεκεν | |
| καὶ εὐνοίας τῆς εἰς αὑτούς. | |
| {²corona}² | |
| 4 | [Λα]έρτιος Διονυσογένου Δημητριεὺς ὁ στρατηγὸς καὶ |
| 5 | [ἡ] συναρχία εἶπαν· ἐπεὶ Δημήτριος Ὀρέστου Δημητρι- |
| εὺς ὁ γραμματεὺς τῶν συνέδρων πεποίηται τὴν ἀνα[σ]- | |
| τροφὴν ἐν τῆι ἀρχῆι ὃν τρόπον ἐπέβαλλεν ἀνδρὶ καλῶ[ι] | |
| καὶ ἀγαθῶι ἀξίως αὑτοῦ τε καὶ τῶν Μαγνήτων, ἐνχει- | |
| ρισάντων αὐτῶι τὴν ἀρχήν, τοῖς τε χρείαν ἔχουσιν καὶ | |
| 10 | ἐντυγχάνουσιν αὑτῶι ἴσον παρεχόμενος πᾶσιν διατετέ- |
| λεκεν, ὅπως οὖν καὶ εἰς τὰ μετὰ ταῦτα οἱ προαιρούμενοι πα- | |
| ραγίνεσθαι ἐπὶ τὴν ἀρχὴν ταύτην, θεωροῦντες τὴν τῶν | |
| συνέδρων καὶ τοῦ κοινοῦ τῶν Μαγνήτων ἐπίγνοσιν ὑπὲρ | |
| τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν καὶ ἣν ποιοῦνται μεγαλο- | |
| 15 | μέρειαν καὶ ἐκτένειαν εἰς τοὺς καλῶς ἀναστρεφομέ- |
| νους ἐν ταῖς ἀρχαῖς, παρορμῶσιν ἐπὶ τὰ βέλτιστα καὶ | |
| συμφέροντα τοῖς κοινοῖς πράγμασιν, δεδόχθαι τοῖς | |
| συνέδροις καὶ τῶι κοινῶι τῶν Μαγνήτων ἐπαινέσαι τε | |
| ἐπὶ τούτοις Δημήτριον Ὀρέστου Δημητριῆ τὸν γραμμα- | |
| 20 | τέα τῶν συνέδρων καὶ στεφανῶσαι αὐτὸν τῶι ἐκ τοῦ νό- |
| μου στεφάνωι καὶ εἰκόνι γραπτῇ, εἶναι δὲ αὐτῶι καὶ προε- | |
| δρίαν ἐν ταῖς κατὰ Μαγνησίαν πόλεσιν· τὸ δὲ ψήφισμα τοῦ- | |
| το ἀναγραφῆναι εἰς στήλην λιθίνην καὶ ἀναθῆναι ἐν Δη- | |
| μητριάδι ἐν ὧι ἂν αὐτὸς αἱρῆται τόπωι· κολαφθῆναι δὲ εἰς | |
| 25 | αὐτὴν καὶ τὸν στέφανον καὶ ἐπιγράψαι "Μάγνητες |
| Δημήτριον Ὀρέστου Δημητριῆ τὸν γραμματέα τῶν συνέ- | |
| δρων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὑτούς"· ἀνα- | |
| θῆναι δὲ καὶ τὴν εἰκόνα ἐν ὧι ἂν αὐτὸς αἱρῆται τόπωι καὶ | |
| ποιήσασθαι τὴν αὐτὴν ἐπιγραφήν· τὸ δὲ ἐσόμενον ἀνή- | |
| 30 | λωμα εἰς ταῦτα δοῦναι τὸν ταμίαν· προνοιηθῆναι δὲ |
| τὸν αὐτὸν καὶ τῆς ἐγδόσεως τῶν προειρημένων. | |
| ἔδοξεν. ἔδοξεν καὶ τῆι ἐκκλησίαι. |