Honorary decree of an association of therapeutai for Sokles, son of
Theoxenides, a priest of Serapis. Stele of white marble.
[ ]
Thrace — Maroneia — 2nd c. BC — AD 26 B2 (1971) 429, 10
[— — — — — — — — — — — — — — — —] | |
[— — — χρυσῶι {²⁷θαλλοῦ}²⁷] στεφάνωι καὶ | |
[εἰκόνι χαλκ]ῆι {²⁷[γραπτ]ῆι}²⁷, ἀναθεῖναί τε τὴν εἰκόνα | |
[ἐν τῶι] ἐπιφανεστάτωι τόπωι τοῦ ἱεροῦ | |
[στεφ]ανοῦσθαί τε αὐτὸν κατ’ ἐνιαυτὸν | |
5 | [ἐν τα]ῖς συνόδοις πάσαις χρυσῶι στε- |
[φά]νωι, τὴν ἀναγγελίαν ποιουμένου | |
[τ]οῦ νεωκόρου κατὰ τάδε· οἱ θεραπευ- | |
ταὶ τοῦ θεοῦ στεφανοῦσιν Σωκλῆν | |
Θεοξενίδου [ἱε]ρητεύσαντα κα[λῶς] | |
10 | καὶ φιλαγάθως· προνοεῖσθαι δὲ τῶν |
προγεγραμμένων τὸν ἀεὶ γεινόμε- | |
νον ἐξεταστήν· εἶναι δὲ αὐτὸν καὶ | |
ἀλειτούργητον καὶ ἀνείσφορον πά- | |
σης εἰσφορᾶς, μετέχοντα τῶν ἐν τῶ[ι] | |
15 | ἱερῶι κοινῶν πάντων· ἵνα δὲ καὶ οἱ ἀφι- |
κνούμενοι εἰς τὸ ἱερὸν ἐπιγινώσκω- | |
σιν τὴν Σωκλείους προαίρεσιν καὶ φι- | |
λαγαθίαν, ἣν εἴσχηκεν πρὸς τὸ θεῖον | |
εὐσέβειαν καὶ τοὺς θεραπευτὰς καὶ | |
20 | τοὺς ἀπαντῶντας εἰς τὸ ἱερὸν εὐχα- |
ριστίαν, ἀναγράψαι τόδε τὸ ψήφισμα | |
εἰστήλην λευκοῦ λίθου καὶ ἀναθεῖναι | |
ἐν τῶι ἱερῶι τοῦ Σεράπιδος. |