Honorary decree of an association of therapeutai for Sokles, son of
Theoxenides, a priest of Serapis. Stele of white marble.
[ ]
Thrace — Maroneia — 2nd c. BC — AD 26 B2 (1971) 429, 10
| [— — — — — — — — — — — — — — — —] | |
| [— — — χρυσῶι {²⁷θαλλοῦ}²⁷] στεφάνωι καὶ | |
| [εἰκόνι χαλκ]ῆι {²⁷[γραπτ]ῆι}²⁷, ἀναθεῖναί τε τὴν εἰκόνα | |
| [ἐν τῶι] ἐπιφανεστάτωι τόπωι τοῦ ἱεροῦ | |
| [στεφ]ανοῦσθαί τε αὐτὸν κατ’ ἐνιαυτὸν | |
| 5 | [ἐν τα]ῖς συνόδοις πάσαις χρυσῶι στε- |
| [φά]νωι, τὴν ἀναγγελίαν ποιουμένου | |
| [τ]οῦ νεωκόρου κατὰ τάδε· οἱ θεραπευ- | |
| ταὶ τοῦ θεοῦ στεφανοῦσιν Σωκλῆν | |
| Θεοξενίδου [ἱε]ρητεύσαντα κα[λῶς] | |
| 10 | καὶ φιλαγάθως· προνοεῖσθαι δὲ τῶν |
| προγεγραμμένων τὸν ἀεὶ γεινόμε- | |
| νον ἐξεταστήν· εἶναι δὲ αὐτὸν καὶ | |
| ἀλειτούργητον καὶ ἀνείσφορον πά- | |
| σης εἰσφορᾶς, μετέχοντα τῶν ἐν τῶ[ι] | |
| 15 | ἱερῶι κοινῶν πάντων· ἵνα δὲ καὶ οἱ ἀφι- |
| κνούμενοι εἰς τὸ ἱερὸν ἐπιγινώσκω- | |
| σιν τὴν Σωκλείους προαίρεσιν καὶ φι- | |
| λαγαθίαν, ἣν εἴσχηκεν πρὸς τὸ θεῖον | |
| εὐσέβειαν καὶ τοὺς θεραπευτὰς καὶ | |
| 20 | τοὺς ἀπαντῶντας εἰς τὸ ἱερὸν εὐχα- |
| ριστίαν, ἀναγράψαι τόδε τὸ ψήφισμα | |
| εἰστήλην λευκοῦ λίθου καὶ ἀναθεῖναι | |
| ἐν τῶι ἱερῶι τοῦ Σεράπιδος. |