Two decrees of Maroneia, issued during the reign of Claudius, concerning embassies sent to the emperor.  Two fragments of a stele of Thasian marble with crown molding and akroteria, found in the Sanctuary of the Great Gods on Samothrace.
[ ] Thrace — Maroneia [found on Samothrace] — 41/42 or 46 AD — Chiron 33 (2003) 379-417 — cf. Chiron 34 (2004) 145-148
See also:
frg. A.1 γνώμῃ βουλευτῶν καὶ ἱερέων καὶ ἀρχόντων καὶ Ῥωμαίω̣[ν τῶν vvv]
[τ]ὴν πόλιν κατοικούντων καὶ τῶν λοιπῶν πολειτῶν ἁπά[ντων· vvv]
[ἔ]δ̣οξεν τῆι βουλῆι· ἐπεὶ ὁ ἐπιφανέστατος θεὸς τοῦ κόσμ[ου καὶ  vvv]
[κ]τίστης νέων ἀγαθῶν ἅπασιν ἀνθρώποις Τιβέριος Κλαύδιος Καῖσ[αρ Σεβα]-
5 στὸς Γερμανικός, πρε<σ>βευσάντων ἡμῶν ἐπ’ αὐτὸν καὶ δηλωσάντω[ν τὴν]
τῆς πόλεως πρὸς τὸν δῆμον τὸν Ῥωμαίων ὑπόστασιν καὶ τὰς τ̣ύ̣χας [τὰς πρό]-
[τε]ρ̣ον, ἃς ὑπέμεινεν ὁ Μαρωνειτῶν δῆμος διὰ τὴν πρὸς Ῥωμαίου[ς φιλί]-
αν, εὐθέως ἅμα τ<ῇ> τῆς ἡγεμονίας αὐτῶν συνστάσει φίλος καὶ σ[ύμμαχος γε]-
νόμενος καί, μετὰ ταῦτα, ὑπομείνας ἐπιδεῖν κατασκαφὴν μὲ[ν τῆς ἑξηκον]-
10 τασταδίου τὸ περίμετρον πόλεως, τέκνων δὲ ἀπολήας καὶ λε[ηλασίαν]
[κ]αὶ αἰχμαλωσίαν καὶ τὰς ἄλλας τὰς κατὰ μέρος συμφοράς, ἵνα μη[δὲν τῶν πρὸς]
Ῥωμαίους θραύσῃ δικαίων, ἀνθ’ ὧν σύμμαχος μὲν καὶ φίλος ὑπὸ [τῆς συνκλή]-
του διὰ τῶν δογμάτων καὶ ἐνσύνθηκος καὶ ἔνσπονδος ἐκρίθη, ἐλ̣ε̣υ̣θε[ρίαν δὲ καὶ νό]-
μους μετὰ τῶν ἄλλων φιλανθρώπων ἔλαβε, ἃ δεδήλωται ὑπὸ τῆ[ς συνκλή]-
15 του διὰ τῶν δογμάτων καὶ ὑπὸ τῶν αὐτοκρατόρων διὰ τῶν ἀποκριμάτ[ων, ἀπεκρίνα]-
το ὡς τὴν τοιαύτην πόλιν ἄξιόν ἐστι αἰωνίῳ χάριτι κεκοσμῆσθαι, μ[ηδενὸς]
τῶν δεδομένων αὐτῇ φιλανθρώπων ἐλασσουμένου, δι’ ἃ δὴ ἀποκατ[έστησε]
αὐτὴν εἰς τὸ ἀρχαῖον δίκαιον, ἐπιβεβαιώσας τήν τε ἐλ[ευθερί]-
αν καὶ τὰ φιλάνθρωπα πάντα, ὑποσχόμενος {χόμενος} [διὰ]
20 ἀποκρίματος πρέπουσαν καὶ δυνατὴν τηλικούτῳ θεῷ ὑπό-
σχεσιν καὶ εἰς τὸ λοιπὸν ἀνεπηρεάστους ἡμᾶς διαφυλα-
χθῆναι· ἀνανκαιότατον δέ ἐστιν καὶ ἡμᾶς πᾶσαν εἰσενένκασ-
θαι φροντίδα ὑπὲρ τοῦ μήτε νῦν μήτε ἄλλοτέ ποτε, λαθόντων
τῶν τῆς πόλεως δικαίων, συνβῆναι κατὰ μηδένα τρόπον ἐλασ<σ>ω-
25 θῆναι ἡμῶν τὴν ἐλευθερίαν καὶ τὰ φιλάνθρωπα, ἔσται τούτῳ, ἐὰν χά-
ριν τούτων καὶ διὰ ψηφίσμα<τ>ος αἰωνίου νομο<θετη>θέντος ἡ ἐπὶ τοὺς Σεβα-
στοὺς πρεσβήα κατὰ {τα} πάντα καιρὸν ἑτοίμη ὑπάρχῃ, μηδενὸς ἐνοχ-
λῆσαι τρόπου δυναμένου τοῖς βουλομένοις ἀναλαβεῖν τὸν ὑπὲρ τῆς πατ<ρί>-
δος ἀγῶνα· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ γεγράφθαι καὶ κεκυρῶσθαι ψή-
30 φισμα ὑπὲρ τῆς τοιαύτης πρεσβείας τὸ ἐπὶ τέλει τοῦ ψηφίσματος
[γ]εγραμένον {²⁶γεγραμμένον}²⁶ καὶ εἶναι προησφαλισμένον εἰς τὸν ἅπαντα χρόνον, ἵνα,
ἐάν τις καταλάβηι και<ρ>ὸς χρείας τῆς τοιαύτης πρεσβήας, θραυομένο[υ]
τινὸς τῶν τῆς ἐλευθερίας ἡμῶν ἢ τῶν λοιπῶν φιλανθρώπων κα[θ’ ὁν]-
τιναοῦν τρόπον, ἔχωσιν ἐξουσίαν πάντες οἱ βουλόμενοι διὰ χρηματ[ισ]-
35 μοῦ ἐπιγράψαι ἑαυτοὺς τῷ ψηφίσματι πρεσβευτάς, ὀμόσαντες τὸν [ὑ]-
πογεγραμένον τῷδε τῷ ψηφίσματι ὅρκον {ἐπιγράψαι}
                                                 vacat
37 {․․ ἑαυτοὺς πρεσβευτὰς} καὶ σφραγι<σ>άμενοι τὸ ψή<φισμα> σφραγεῖδι
[ἐ]χούσῃ πρόσωπον Διονύσου, ὃ ἂν αὐτοὶ βουληθῶσιν, οἱ κατεστάμενοι ᾧδ[ε]
[πρ]εσβευταὶ κατὰ τὸ ψήφισμα ἐπὶ τὸν προεστῶτα τῆς ἡγεμονίας
40 αὐτοκράτορα θεὸν Σεβαστὸν Καίσαρα, μηδενὸς ἔχοντος ἐξουσίαν
[τ]ούτου ὑπεναντίου μήτε γράψαι μηδὲν μήτε εἰπεῖν μήτε vv
[ἑ]λέσθαι πρεσβευτὴν ἄλλον ἢ πρεσβεύειν τινὰ ἐπὶ προσκαίρω[ι]
[τι]νὶ ὑπεναντί<α> τοῖς προεψηφισμένοις περιέχοντι ψηφίσ[ματι]
[μήτε ἐ]μποδίσαι τὴν πρεσβήαν ἢ ποιῆσαί τι μαχόμενον τῷ ν[ομο]-
45 [θετηθέντι ψ]ηφίσματι κατὰ μηδένα τρόπον· πρεσβεύ<ε>ιν δὲ π̣[ά]-
[ντας τοὺ]ς ἐπανγειλαμένους ἐνγράφως περὶ τούτων κ̣[αὶ]
[ἐπιγραψαμένους] τῶι νενομοθετημένωι εἰς τὸν αἰῶνα ψηφίσ-
[ματι ὑπὲρ τῆς πατρίδος], μήτε περιαιροῦντας μήτε προσγρ[ά]-
[φοντας ἄλλο ὄνομα εἰ μ]ὴ τοῦ προεστῶτος τῆς ἡγεμονίας, ἐ[πὶ]
50 [τούτοις δὲ ἐπι]γ̣ρ̣ά̣φ̣οντας ἐπὶ τέλει τὰ τῶν πρεσβεύ-
[ειν προθυμηθέντων ὀνόματα]· τοῖς δὲ ἐξ ἐπανγελίας μ[․]
[— — — — — — — — — — — — — — —] κατορθωσα[․․]
[— — — — — — — — — — — — — — — —]ος τὰς ε[․․]
[— — — — — — — — — — — — — — — — —]ΝΟ[․․․․]
[— — — — — — — — — — — — — — — — — — — — —]
frg. B [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — —]ΙΙΝΙΚΕΙΝϹ̣ΟϹ̣
[— — — — — — — — — — — — — — — — — — — — —]Ν̣Ϲ̣ΜΕΝ αὐτοῖς, ἀξίας δὲ
[— — — — — — — — — — — — — — — — — — μ]αρτυρίας ἠξιώθη φίλος καὶ σύμ-
[μαχος γενέσθαι καὶ λαβεῖν τὴν διὰ τῶν τῆς] συνκλήτου δογμάτων κριθεῖσ-
[αν ἐλευθερίαν κ]αὶ τοὺς νόμους μετὰ τῆς πόλεως καὶ χώρας καὶ
5 [πάντων τῶ]ν φιλανθρώπων, ἃ διὰ τῶν δογμάτων καὶ ἀποκριμάτων vv
[τῶν] αὐτοκρατόρων δηλοῦτα<ι>· ἀνανκαιότατον δέ ἐστιν μηδένα και-
ρ̣ὸν πα̣ρ̣αλείπειν ὑπομιμνήσκοντας καθ’ ἕκαστα περὶ τῶν ἡμετέρων
δικαίων, ὅπως ἄθραυστα καὶ σῷα πάνθ’ ἡμεῖν φυλάσσηται ὑπὸ τῶν τῆς
ἡγεμονίας προεστώτων· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ ᾑρῆσθαι πρεσ-
10 βήαν, ἥτις, ἀφικομένη πρὸς τὸν αὐτοκράτορα θεὸν Σεβαστὸν Καίσαρα,
ἀσπάσεταί τε αὐτὸν παρὰ τῆς πόλεως καί, συνησθεῖσα ἐπὶ τῷ ἐρρῶσθαι αὐ%⁸⁰-
τὸν πανοίκιον καὶ τὰ πράγματα αὐτῷ τε καὶ τῷ δήμῳ τῷ Ῥωμαίων κατὰ
τὸ κράτιστον χωρεῖν, παραθεμένη τὰ τῆς πόλεως δίκαια πάντα αὐτῷ τε καὶ v
τῇ ἱερᾷ συνκλήτῳ, δεήσεται μετὰ πάσης ἐντεύξεως καὶ ἱκεσίας τήν τε ἐλε[υ]-
15 θερίαν ἡμεῖν καὶ τοὺς νόμους καὶ τὴν πόλιν καὶ τὴν χώραν καὶ τἄλλα φιλάνθρω-
πα πάντα, ἃ οἵ τε πρόγονοι ἡμῶν καὶ ἡμεῖς λαβόντες παρ’ αὐτῶν ἔσχομεν,
ταῦθ’ ἡμεῖν φυλάξαι, ἵν’ οἱ πάντοτε καὶ ἀδιαλείπτως τὴν πρὸς Ῥωμαίους εὔ-
νοιαν καὶ πίστιν φυλάξαντες πάντοτε τῆς ἐξ αὐτῶν διὰ ταῦτα χάριτος ἀπο-
λάωμεν. ᾑρέθησαν πρεσβευταὶ γνησιώτατα προθυμηθέντες ὑπὲρ τῆς πα-
20 τρίδος· vv ὁ πρεσβευτικὸς διὰ τοῦ χρηματισμοῦ ἐσόμενος ὅρκος· vacat
                                                            vacat
22 ὁ δεῖνα τοῦ δεῖνος ἐχρημάτισεν ἐπὶ τῶν κατὰ τὴν συνεδρήαν ἀρχόντων ἐπαν̣-
γελλόμενος πρεσβεύειν ἐπὶ τὸν Σεβαστὸν καὶ τὴν σύνκλητον ὑπέρ τε τῆς ἐλε̣[υ]%⁸⁰-
θερίας τῆς πόλεως τῆς Μαρωνειτῶν καὶ τῶν φιλανθρώπων αὐτῆς ἁπάντων, κ[αθὼς]
25 τὰ γραφέντα περὶ τούτων ψηφίσματα ἐν ταῖς τρισὶ στήλαις περιέχει, ἀγω[νιζόμε]-
νος παντὶ σθέν<ε>ι καὶ μήτε παραπρεσβεύων μηδὲν μήτε καθυφειέμ̣[ενος μήτε δω]-
ροδοκούμενος ὑπὸ μηδενὸς τρόπῳ μηδενί· καὶ ἐπόμνυμι τὸν θεὸν̣ [Σεβαστὸν]
Καίσα̣ρα καὶ Τιβέριον Καίσαρα θεὸν Σεβαστὸν καὶ Τιβέριον Κλαύδιον Καί[σαρα Σεβασ]-
τὸν Γερ̣μανικὸν καὶ τὴν ἱερὰν σύνκλητον καὶ τοὺς ἄλλους θεοὺς ἅ[παντας συν]-
30 τηρήσειν τὰ προγεγραμμένα πάντα· εὐορκο%⁸⁰%⁸⁰ῦντι μέν μοι εὖ [εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναν]-
τία· ὅρκος ὀμοσθησόμενος ὑπὸ πάντων· vacat
ὀμνύω τοὺς θεοὺς πάντας καὶ πάσ[ας] καὶ τὸν θεὸν Σεβα[στὸν Καίσαρα καὶ Τιβέριον Καίσα]-
ρα θεὸν Σεβαστὸν καὶ Τιβέριον Κλαύδ%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰ιον Καίσαρ[α Σεβαστὸν Γερμανικὸν καὶ vvvvv]
τὴν ἱερὰν σύνκλητον πάντα π̣[ο]ι̣ήσει%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰ν παντὶ σ[θένει ἀγωνιζόμενος κατὰ τὸ ψήφισμα]
35 ὑπὲρ τῆς ἐλευθερίας τῆς πα%⁸⁰%⁸⁰%⁸⁰τ̣ρίδος̣ vvvv καὶ vv [πάντων τῶν λοιπῶν φιλανθρώπων],
ἃ παρὰ τῆς συνκλήτου καὶ το%⁸⁰%⁸⁰%⁸⁰ῦ δήμου [τοῦ Ῥωμαίων καὶ τῶν Σεβαστῶν αὐτοκρατόρων ἐλάβο]-
μεν, καὶ μήτε πρεσβείαν ἐπ<ὶ> το%⁸⁰%⁸⁰%⁸⁰ύτοι̣ς̣ vvvvvv Π̣Ο[․5-6․․ μηδενὸς ἔχοντος ἐξουσίαν περὶ τῶν]
κοινῶν μηδὲν τρόπῳ μηδενὶ μήτε εἰπεῖν μ[ήτε γράψαί τι μαχόμενον τῷ νομοθετηθέντι {²⁷τῷ ψηφίσματι}²⁷ ἐπὶ]
καταλύσεως ἢ ἀναιρέσεως ἢ ἀκυρ%⁸⁰%⁸⁰ώσεω̣[ς τῶν ἐψηφισμένων· εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπι]-
40 ορκοῦντι δὲ ἐξώλεια καὶ παν[ώλεια μέχρι πάσης διαδοχῆς].
                  vacat
Search Help
Contact Us