Honorary decree for the Roman Marcus Vallius. Parastas of
ash-colored marble, inscribed on two sides with nos. 7-10.
[ ]
Thrace — Abdera — 2nd c. BC — BCH 37 (1913) 124, 39, Decree 2
1 | νομοφυλάκων· ἐπειδὴ Μᾶρκος Οὐάλλιος |
Μάρκου υἱὸς Ῥωμαῖος, ἀνὴρ καλὸς καὶ ἀγα- | |
θὸς ὑπάρχων καὶ εὔνους τῶι δήμωι, ἀεί τι- | |
νος ἀγαθοῦ παραίτιος γίνεται καὶ κοινῇ καὶ | |
5 | κατ’ ἰδίαν τοῖς ἐντυγχάνουσι τῶν πολι- |
τῶν, ἀπροφασίστως ἑαυτὸν ἐπιδιδοὺς δι- | |
ὰ παντὸς εἰς τὰ παρακαλούμενα, ἐνδημή- | |
σας τε εἰς τὴν πόλιν ἡμῶν πλεονάκις τήν | |
τε ἀναστροφὴν πεποίηται καὶ τὴν ἐνδημίαν | |
10 | εὐσχήμονα καὶ πρέπουσαν ἀνδρὶ καλῶι καὶ |
ἀγαθῶι καὶ ἀξίαν τῆς τε ἡμετέρας πόλεως | |
καὶ τοῦ δήμου τοῦ Ῥωμαίων, καὶ εὔχρηστον ἑαυ- | |
τὸν παρέσχετο εἰς πάντα τὰ τῶι δήμωι συμφέρον- | |
τα, ἵνα οὖν καὶ ὁ δῆμος εὔπιστος ὢν φαίνηται | |
15 | καὶ τιμῶν τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν, ἔδοξεν |
τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαι Μᾶρκον Οὐάλ- | |
λιον Μάρκου υἱὸν Ῥωμαῖον ἐπὶ τῇ πρὸς τὸν δῆμον | |
εὐνοίαι ἣν ἔχων διατελεῖ, καὶ εἶναι αὐτῶι ἔφοδον | |
ἐπί τε βουλὴν καὶ τὸν δῆμον μετὰ τὰ ἱερὰ πρώ- | |
20 | τωι, καλεῖσθαι δὲ αὐτὸν καὶ εἰς προεδρίαν ἕως |
ἂν ζῇ Διονυσίων τῶι ἀγῶνι κατ’ ἐνιαυτὸν καὶ | |
στεφανοῦσθαι χρυσῶι στεφάνωι, τὴν ἀναγ- | |
γελίαν ποιουμένου τοῦ ἱεροκήρυκος τήνδε· | |
ὁ δῆμος στεφανοῖ Μᾶρκον Οὐάλλιον Μάρκου | |
25 | υἱὸν Ῥωμαῖον χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεν |
καὶ εὐνοίας τῆς εἰς ἑαυτόν· δεδόσθαι δὲ αὐ- | |
τῶι καὶ ἀτέλειαν μετὰ ἱερέα Διόνυσον ὧν ἂν ἐξ[ά]- | |
γῃ ἢ εἰσάγῃ εἰς τὴν ἰδίαν χρείαν καὶ μὴ κατ’ ἐμπορί- | |
αν, δεδόσθαι δὲ αὐτῶι καὶ ἐξαγωγὴν σίτου εἰς | |
30 | τὴν ἰδίαν χρείαν κατ’ ἐνιαυτὸν ἕως μεδίμνων ἑ- |
κατόν· ἀναγραψάτωσαν δὲ οἱ νομοφύλακες οἱ ἐ- | |
πὶ ἱερέως Διονύσου τόδε τὸ ψήφισμα εἰς τὸ ἱερὸ[ν] | |
[το]ῦ Διονύσου [εἰς τὸν ἐπιφανέστ]α̣τον τόπο[ν —] | |
[— — — — — — — — — — — — — — — — — — — —] |