Honorary decree for the Roman Marcus Vallius.  Parastas of ash-colored marble, inscribed on two sides with nos.  7-10. 
[ ] Thrace — Abdera — 2nd c. BC — BCH 37 (1913) 124, 39, Decree 2
1 νομοφυλάκων· ἐπειδὴ Μᾶρκος Οὐάλλιος
Μάρκου υἱὸς Ῥωμαῖος, ἀνὴρ καλὸς καὶ ἀγα-
θὸς ὑπάρχων καὶ εὔνους τῶι δήμωι, ἀεί τι-
νος ἀγαθοῦ παραίτιος γίνεται καὶ κοινῇ καὶ
5 κατ’ ἰδίαν τοῖς ἐντυγχάνουσι τῶν πολι-
τῶν, ἀπροφασίστως ἑαυτὸν ἐπιδιδοὺς δι-
ὰ παντὸς εἰς τὰ παρακαλούμενα, ἐνδημή-
σας τε εἰς τὴν πόλιν ἡμῶν πλεονάκις τήν
τε ἀναστροφὴν πεποίηται καὶ τὴν ἐνδημίαν
10 εὐσχήμονα καὶ πρέπουσαν ἀνδρὶ καλῶι καὶ
ἀγαθῶι καὶ ἀξίαν τῆς τε ἡμετέρας πόλεως
καὶ τοῦ δήμου τοῦ Ῥωμαίων, καὶ εὔχρηστον ἑαυ-
τὸν παρέσχετο εἰς πάντα τὰ τῶι δήμωι συμφέρον-
τα, ἵνα οὖν καὶ ὁ δῆμος εὔπιστος ὢν φαίνηται
15 καὶ τιμῶν τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν, ἔδοξεν
τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαι Μᾶρκον Οὐάλ-
λιον Μάρκου υἱὸν Ῥωμαῖον ἐπὶ τῇ πρὸς τὸν δῆμον
εὐνοίαι ἣν ἔχων διατελεῖ, καὶ εἶναι αὐτῶι ἔφοδον
ἐπί τε βουλὴν καὶ τὸν δῆμον μετὰ τὰ ἱερὰ πρώ-
20 τωι, καλεῖσθαι δὲ αὐτὸν καὶ εἰς προεδρίαν ἕως
ἂν ζῇ Διονυσίων τῶι ἀγῶνι κατ’ ἐνιαυτὸν καὶ
στεφανοῦσθαι χρυσῶι στεφάνωι, τὴν ἀναγ-
γελίαν ποιουμένου τοῦ ἱεροκήρυκος τήνδε·
ὁ δῆμος στεφανοῖ Μᾶρκον Οὐάλλιον Μάρκου
25 υἱὸν Ῥωμαῖον χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεν
καὶ εὐνοίας τῆς εἰς ἑαυτόν· δεδόσθαι δὲ αὐ-
τῶι καὶ ἀτέλειαν μετὰ ἱερέα Διόνυσον ὧν ἂν ἐξ[ά]-
γῃ ἢ εἰσάγῃ εἰς τὴν ἰδίαν χρείαν καὶ μὴ κατ’ ἐμπορί-
αν, δεδόσθαι δὲ αὐτῶι καὶ ἐξαγωγὴν σίτου εἰς
30 τὴν ἰδίαν χρείαν κατ’ ἐνιαυτὸν ἕως μεδίμνων ἑ-
κατόν· ἀναγραψάτωσαν δὲ οἱ νομοφύλακες οἱ ἐ-
πὶ ἱερέως Διονύσου τόδε τὸ ψήφισμα εἰς τὸ ἱερὸ[ν]
[το]ῦ Διονύσου [εἰς τὸν ἐπιφανέστ]α̣τον τόπο[ν —]
[— — — — — — — — — — — — — — — — — — — —]
Search Help