Proxeny decree for Philon, son of Python, of Akanthos.  Parastas of ash-colored marble, inscribed on two sides with nos.  7-10. 
[ ] Thrace — Abdera — 2nd c. BC — BCH 37 (1913) 122, 39, Decree 1
1 [νομοφυλάκων· ἐπειδὴ Φίλων Πύθωνος Ἀκάνθιος]
[σ]πεύδων ἀεί τινος ἀγ[αθοῦ παραίτιος γίνεται]
καὶ κοινῇ τῆι πόλει καὶ τοῖς κατ’ ἰδίαν ἐντυγχά[νου]-
σι τῶν πολιτῶν, ἀποδικνύμενος ἐν παντὶ καιρῶι
5 τὴν καθ’ αὑτὸν εὔνοιαν ἣν ἔχων διατελεῖ πρὸς
τὸν δῆμον ἡμῶν, καθῆκον δέ ἐστιν καὶ τὸν ἡμέ-
τερον δῆμον μνημονεύοντα τῶν ὑπ’ αὐτοῦ γε-
γενημένων εὐεργεσιῶν ἀμείβεσθαι ταῖς κα-
ταξίαις τιμαῖς, ἵνα καὶ οἱ λοιποί, θεωροῦντες
10 τὴν τοῦ δήμου σπουδὴν ἐπὶ τῶι μὴ λείπεσθαι
ἐν χάριτος ἀποδόσει, φιλοτιμοτέρους ἑαυ-
τοὺς παρέχωνται εἰς τὰ συνφέροντα τῆι πόλε[ι]·
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι ἐπῃνῆσθαι Φί-
λωνα Πύθωνος Ἀκάνθιον ἐπὶ τῆι εὐνοίαι καὶ
15 τῆι αἱρέσει ἧι ἔχων διατελεῖ πρὸς τὸν δῆμον ἡ-
μῶν, εἶναι δὲ αὐτὸν πρόξενον τῆς πόλεως ἡ-
μῶν, καὶ δεδόσθαι αὐτῶι ἔφοδον ἐπί τε βουλὴν
καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερά, καὶ εἴσπλουν
καὶ ἔ<κ>πλουν καὶ ἐν πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ
20 καὶ ἀσπονδεί, ὑπάρχειν δὲ αὐτῶι καὶ πολιτείαν,
καλεῖσθαι δὲ αὐτὸν ἕως ἂν ζῇ καὶ εἰς προε-
δρίαν κατ’ ἐνιαυτόν, καὶ στεφανοῦσθαι ἐν
τῶι θεάτρωι ἐς ἀεὶ Διονυσίων τῶι ἀγῶνι χρυ-
σῶι στεφάνωι, τὴν ἀναγγελίαν ποιουμένου
25 τοῦ ἱεροκήρυκος τήνδε· v ὁ δῆμος στεφα-
νοῖ Φίλωνα Πύθωνος Ἀκάνθιον χρυσῶι
στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
τῆς εἰς ἑαυτόν. τὸ δὲ ψήφισμα τόδε ἀνα-
γραψάτωσαν οἱ νομοφύλακες εἰς τὸ ἱερὸν
30 [τ]οῦ Διονύσου οὗ αἱ καὶ τῶν ἄλλων προξέ-
[ν]ων ἀναγεγραμμέναι τιμαί εἰσιν· τὸ δὲ γεν̣ό̣-
[μ]ε̣νον ἀνάλωμα εἰς ταῦτα δότωσαν ἀπὸ
[τ]ῶν εἰς τὰς θυσίας. ἵνα δὲ καὶ ὁ δῆμος ὁ Ἀκαν-
[θί]ων ἐπιγνῷ τὴν τοῦ δήμου εὐχαριστίαν, οἱ
35 [νομ]οφύλακες ἑλέσθωσαν πρεσβείαν πρὸς Ἀκαν-
θίους τὴν ἀποίσουσαν τὸ ψήφισμα πρὸς αὐτοὺς
καὶ παρακαλέσουσαν ὅπως τάξαντες τὸ ψή-
φισμα εἰς τὰ παρ’ ἑαυτοῖς δημόσια ἀναγράψω-
σιν καὶ θῶσιν εἰς τὸν ἐπιφανέστατον τόπον τῆς
40 ἀγορᾶς. τὸ δὲ ψήφισμα τόδε εἶναι εἰς εὐχαριστίαν
τῶν εὐνοούντων τῶι δήμωι.
————
Search Help
Contact Us