Proxeny decree for Philon, son of Python, of Akanthos. Parastas of
ash-colored marble, inscribed on two sides with nos. 7-10.
[ ]
Thrace — Abdera — 2nd c. BC — BCH 37 (1913) 122, 39, Decree 1
| 1 | [νομοφυλάκων· ἐπειδὴ Φίλων Πύθωνος Ἀκάνθιος] |
| [σ]πεύδων ἀεί τινος ἀγ[αθοῦ παραίτιος γίνεται] | |
| καὶ κοινῇ τῆι πόλει καὶ τοῖς κατ’ ἰδίαν ἐντυγχά[νου]- | |
| σι τῶν πολιτῶν, ἀποδικνύμενος ἐν παντὶ καιρῶι | |
| 5 | τὴν καθ’ αὑτὸν εὔνοιαν ἣν ἔχων διατελεῖ πρὸς |
| τὸν δῆμον ἡμῶν, καθῆκον δέ ἐστιν καὶ τὸν ἡμέ- | |
| τερον δῆμον μνημονεύοντα τῶν ὑπ’ αὐτοῦ γε- | |
| γενημένων εὐεργεσιῶν ἀμείβεσθαι ταῖς κα- | |
| ταξίαις τιμαῖς, ἵνα καὶ οἱ λοιποί, θεωροῦντες | |
| 10 | τὴν τοῦ δήμου σπουδὴν ἐπὶ τῶι μὴ λείπεσθαι |
| ἐν χάριτος ἀποδόσει, φιλοτιμοτέρους ἑαυ- | |
| τοὺς παρέχωνται εἰς τὰ συνφέροντα τῆι πόλε[ι]· | |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι ἐπῃνῆσθαι Φί- | |
| λωνα Πύθωνος Ἀκάνθιον ἐπὶ τῆι εὐνοίαι καὶ | |
| 15 | τῆι αἱρέσει ἧι ἔχων διατελεῖ πρὸς τὸν δῆμον ἡ- |
| μῶν, εἶναι δὲ αὐτὸν πρόξενον τῆς πόλεως ἡ- | |
| μῶν, καὶ δεδόσθαι αὐτῶι ἔφοδον ἐπί τε βουλὴν | |
| καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερά, καὶ εἴσπλουν | |
| καὶ ἔ<κ>πλουν καὶ ἐν πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ | |
| 20 | καὶ ἀσπονδεί, ὑπάρχειν δὲ αὐτῶι καὶ πολιτείαν, |
| καλεῖσθαι δὲ αὐτὸν ἕως ἂν ζῇ καὶ εἰς προε- | |
| δρίαν κατ’ ἐνιαυτόν, καὶ στεφανοῦσθαι ἐν | |
| τῶι θεάτρωι ἐς ἀεὶ Διονυσίων τῶι ἀγῶνι χρυ- | |
| σῶι στεφάνωι, τὴν ἀναγγελίαν ποιουμένου | |
| 25 | τοῦ ἱεροκήρυκος τήνδε· v ὁ δῆμος στεφα- |
| νοῖ Φίλωνα Πύθωνος Ἀκάνθιον χρυσῶι | |
| στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας | |
| τῆς εἰς ἑαυτόν. τὸ δὲ ψήφισμα τόδε ἀνα- | |
| γραψάτωσαν οἱ νομοφύλακες εἰς τὸ ἱερὸν | |
| 30 | [τ]οῦ Διονύσου οὗ αἱ καὶ τῶν ἄλλων προξέ- |
| [ν]ων ἀναγεγραμμέναι τιμαί εἰσιν· τὸ δὲ γεν̣ό̣- | |
| [μ]ε̣νον ἀνάλωμα εἰς ταῦτα δότωσαν ἀπὸ | |
| [τ]ῶν εἰς τὰς θυσίας. ἵνα δὲ καὶ ὁ δῆμος ὁ Ἀκαν- | |
| [θί]ων ἐπιγνῷ τὴν τοῦ δήμου εὐχαριστίαν, οἱ | |
| 35 | [νομ]οφύλακες ἑλέσθωσαν πρεσβείαν πρὸς Ἀκαν- |
| θίους τὴν ἀποίσουσαν τὸ ψήφισμα πρὸς αὐτοὺς | |
| καὶ παρακαλέσουσαν ὅπως τάξαντες τὸ ψή- | |
| φισμα εἰς τὰ παρ’ ἑαυτοῖς δημόσια ἀναγράψω- | |
| σιν καὶ θῶσιν εἰς τὸν ἐπιφανέστατον τόπον τῆς | |
| 40 | ἀγορᾶς. τὸ δὲ ψήφισμα τόδε εἶναι εἰς εὐχαριστίαν |
| τῶν εὐνοούντων τῶι δήμωι. | |
| ———— |