[ ] Ion. — Ephesos — perh. 166-215 AD — JÖAI 62.1993.130,25 [SE 2102.1] — EA 27.1996.26,11 — SEG 41.981
1 [․․․․]Α̣․Η̣․[— —]Ω̣Ι̣Δ̣Α̣Π̣[— — —]․․․․ΗΣ[— — —]
[Ἄρ]τεμιν εὐφαρέτρειαν ἐμῆς γενεῆς γεγαυῖαν·
[π]άσης γὰρ πόλιος προκαθηγέτις ἐστὶ γενέθλης
μαῖα καὶ αὐξήτειρα βροτῶν καρπῶν τε δότειρα·
5 ἧς μορφὴν Ἐφέσοιο κομίσσατε χρυσοφάεννον,
κάτθετε δ’ ἐν νηῷ πολυγηθέες· ἥ κεν ἀλύξει
πήματα καὶ λοίμοιο βροτοφθόρα φάρμα[κ]α λύσει
λαμπάσι πυρσοφόροις νυχίᾳ φλογὶ μάγματα κηροῦ
τηΐξασα, μάγου κακοτήϊα σύμβολα τέχνης·
10 αὐτὰρ ἐπὴν τελέσητε θεῇ προστάγματ’ ἐμεῖο
ὕμνοις ἰοχέαιραν ἀπρόσμαχον ἰθυβέλειαν
καὶ θυσίαις ἅζεσθε κλυτὴν ἐπιωπέα κούρην,
ἔν τε χοροῖς ἔν τ’ εἰλαπίναις κοῦραί θ’ ἅμα παισὶν
παρθένον ἁλμήεσσαν ὑπὲρ χθόνα Μαίονος Ἕρμου
15 πάντῃ κυδαίνοντες ἀναστέφε<τ>’ εὐρέα μύρτα
κεκλόμενοι γαίης Ἐφεσηΐδος Ἄρτεμιν ἁγνήν
εἰς αἰὲν ὅππως ὕμμι πέλοι ἄχραντος ἀρωγός·
εἰ δέ τε μὴ τελέοιτε, πυρὸς τότε τείσετε ποινάς.
{²vac.}² χρηματισθεὶς ὑπὸ τοῦ Ἀπόλλωνος.
Search Help