[ ]
Ion. — Ephesos — perh. 166-215 AD — JÖAI 62.1993.130,25 [SE 2102.1] — EA 27.1996.26,11 — SEG 41.981
| 1 | [․․․․]Α̣․Η̣․[— —]Ω̣Ι̣Δ̣Α̣Π̣[— — —]․․․․ΗΣ[— — —] |
| [Ἄρ]τεμιν εὐφαρέτρειαν ἐμῆς γενεῆς γεγαυῖαν· | |
| [π]άσης γὰρ πόλιος προκαθηγέτις ἐστὶ γενέθλης | |
| μαῖα καὶ αὐξήτειρα βροτῶν καρπῶν τε δότειρα· | |
| 5 | ἧς μορφὴν Ἐφέσοιο κομίσσατε χρυσοφάεννον, |
| κάτθετε δ’ ἐν νηῷ πολυγηθέες· ἥ κεν ἀλύξει | |
| πήματα καὶ λοίμοιο βροτοφθόρα φάρμα[κ]α λύσει | |
| λαμπάσι πυρσοφόροις νυχίᾳ φλογὶ μάγματα κηροῦ | |
| τηΐξασα, μάγου κακοτήϊα σύμβολα τέχνης· | |
| 10 | αὐτὰρ ἐπὴν τελέσητε θεῇ προστάγματ’ ἐμεῖο |
| ὕμνοις ἰοχέαιραν ἀπρόσμαχον ἰθυβέλειαν | |
| καὶ θυσίαις ἅζεσθε κλυτὴν ἐπιωπέα κούρην, | |
| ἔν τε χοροῖς ἔν τ’ εἰλαπίναις κοῦραί θ’ ἅμα παισὶν | |
| παρθένον ἁλμήεσσαν ὑπὲρ χθόνα Μαίονος Ἕρμου | |
| 15 | πάντῃ κυδαίνοντες ἀναστέφε<τ>’ εὐρέα μύρτα |
| κεκλόμενοι γαίης Ἐφεσηΐδος Ἄρτεμιν ἁγνήν | |
| εἰς αἰὲν ὅππως ὕμμι πέλοι ἄχραντος ἀρωγός· | |
| εἰ δέ τε μὴ τελέοιτε, πυρὸς τότε τείσετε ποινάς. | |
| {²vac.}² χρηματισθεὶς ὑπὸ τοῦ Ἀπόλλωνος. |